Expositio in Proverbia · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; spiritual reading with the letter.

Greek

οὐκ ἀτιμώρητοι δὲ διαμένουσιν ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐν οχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετὴν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. Οἱ χυδαῖοι οὐ τὸ ἀξίωμα τιμῶντες ἀποδιδόασι τὸν 17.208 φόβον, ἀλλὰ κόλακες ὄντες προσωποληπτοῦσιν· ὁ δὲ ἀληθὴς ἀνὴρ οὐ κολακεύσει τὸ κακὸν, ἀλλ' ἐλέγξει. Πᾶς ὃς μισεῖ τὸν πτωχὸν ἀδελφὸν, κατὰ τὸ, Μακά ριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βα σιλεία τῶν οὐρανῶν, καὶ ἀγάπης Θεοῦ καὶ ἀγγέλων μακρὰν ἔσται· ἢ πᾶς ὃς ἀδελφὸν ἀρετῆς πτωχὸν ὄντα μισεῖ, καὶ τῆς πρὸς τὰ πάθη φιλίας μακρύνεται τοῦ βίου. –Ἀγαθὴν ἔννοιαν τὴν τοῦ Θεοῦ γνῶσιν ὠνόμασε, καὶ τοῖς εἰδόσιν αὐτὴν τοῖς καθαροῖς τῇ καρδίᾳ, εἴωθε τούτοις ἐγγιεῖν· ὁ δὲ πειθόμενος τού τοις εἰς μάθησιν, φρόνιμός ἐστι, καὶ εὑρήσει αὐτήν. –̔Ο πολλὰ κακοποιῶν δι' ἔργων καὶ λόγων, τελε σιουργεῖ κακίαν, ἥ ἐστιν πᾶσα ἁμαρτία· ὃς δὲ τε λεσιουργεῖ κατὰ ἀνθρώπων λόγους εἰς ἀπώλειαν, καὶ βλασφημίας κατὰ Θεὸν, οὐ σωθήσεται οὗτος. Οὔτε ἡ κατὰ ψυχὴν τρυφὴ, οὔτε ἡ κατὰ σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυ φῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κατὰ Θεοῦ βλασφημίας ῥίψει· εἰ καὶ ἀπὸ δούλων ἐλεύθε ρος, τοῦτο ποιήσει. Εἰ ὁ καυχώμενος ὀρθῶς, ἐν Κυρίῳ καυχᾶται, ὁ δὲ Κύριος ἡμῶν σοφία ἐστὶν, ὁ καυχώμενος ὀρθῶς, ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα τοίνυν τοῦ μακροθύ μου καὶ ἐλεήμονος, ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐ τοῦ· ἐπέρχεται δὲ τοῖς παρανόμοις ἀπαλλάττων αὐ τοὺς κακίας, νῦν μὲν ἐνδεχομένως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀναγκαίως. Ὁ Κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος· πρὸς δὲ τοὺς ἁμαρτάνοντας κατακαῖον καὶ ἀναλίσκον, ὡς ξύλα χόρτων καλάμην, τὴν στρα τευομένην σάρκα κατὰ τοῦ πνεύματος· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυ ρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πράξεως συμβαίνοντα καύσωνα. Τὴν ἀκάθαρτον ψυχὴν, ἑταίραν ὠνόμασε· καὶ ταύ της τὸ μίσθωμα, τὴν κατάστασιν εἴρηκεν αὐτῆς, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώ σεως τοῦ Θεοῦ, τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ, τοῦ Κυρίου ἐστί· γυναῖκα γὰρ ἐν ταῦθα τὴν σοφίαν λέγει· ἐράσθητι γὰρ, φησὶ, τῆς σο φίας, καὶ τηρήσει σε· τίμησον αὐτὴν, ἵνα σε περι λάβῃ. Αἱ ἐντολαὶ, ὡς πρὸς μὲν τὸν ἐντειλάμενον Θεὸν, καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς, καλοῦνται ὁδοί· καὶ ὁ μὲν φυλάσσων, τηρεῖ ἐκ θανάτου πρὸς ζωὴν τὴν ψυχὴν ἑαυτοῦ· ὁ δὲ κα ταφρονῶν, τὸν ἀπέραντον θάνατον θανεῖται. Ἐπὶ μὲν τῶν αἰσθητῶν οὕτως ἔχει· ὅσον δὲ ὁ ἥλιος τῆς σελήνης ὑπερφυὴς, τοσοῦτον ὁ ἐλεῶν τοὺς ἐν πτωχείᾳ ἀρετῶν καὶ ἀνακτώμενος αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δόμα δὲ διδόναι τῷ Θεῷ, τὴν 17.209 καθαρότητα τῆς καρδίας ὠνόμασε· κατὰ ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως ὑπὸ τοῦ Θεοῦ. Ὃ λέγει τοιοῦτόν ἐστι περὶ τῶν ἐν τῷ βίῳ· ἐγὼ δὲ νομίζω, τὴν μὲν πολλὴν ζημίαν, στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων· τὴν δὲ προσθήκην τῆς ψυχῆς, ἀφανισμὸν τῶν φυσικῶν περὶ Θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν καταπεσούσης· καὶ ὁ Σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις φησί· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καὶ ζημιωθῇ; Ἐνταῦθα ἡ ἀπώ λεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. Εἰ φόβος Κυρίου εἰς ζωὴν ἀνδρὶ, φόβος δὲ Κυρίου σοφία καὶ παιδεία, ἡ ζωὴ τοῦ ἀνδρὸς ἄρα σοφία ἐστὶ καὶ παιδεία· τὸ οὖν γνῶναι σοφίαν καὶ παιδείαν, γνῶναί ἐστι τὸν Χριστὸν καὶ τὴν αὐτοῦ διδασκαλίαν· ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν ὁ Χριστός· οἱ οὖν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ ζῶντες, οὐκ ἐπισκέπτονται ἐν αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ, καὶ τὸ ἔλεος ἐφ' ἑαυτοῖς μὴ ἐλπίζοντες· οὐδὲ Χριστός ἐστιν ἐν αὐτοῖς, παρὰ τὸ μὴ θέλειν αὐτούς. Ὁ μὴ ὀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βου λόμενος, τουτέστι τὸ σῶμα· μηδὲ ἐμπλησθῆναι ἄρ των ψυχικῶν· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ, χειρῶν ἔχουσι λόγον, αἱ τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ δι' ἐνθέου σοφίας καὶ γνώσεως. Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ

About this text

Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.