Expositio in Proverbia · §u07-rem-close

Unit 7 rem close

Rem CLOSEOUT: Unit 7 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ὅσον καὶ τέλειον αὐτὸν κλέψας ὁ διάβολος, θύσει ἑαυτῷ. Ὁ κλέπτης γὰρ, φησὶν, οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ, καὶ ἀπολέσῃ. –Ὅρκον εἶπε τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι τὸν Θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει Θεὸν εἰς ψυχήν· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία Θεὸν ἐκ ψυχῆς, οὕτω καὶ ἡ παρανομία ἐκβάλλει Θεὸν ἀπ' αὐτῆς. Ἐὰν οὖν, φησὶ, νόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώ πους, ὑποσκελισθήσονται πρὸς ἀπώλειαν· οὕτω φησὶ καὶ ὁ ∆αυΐδ· Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνο μίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καί· Λέγε σὺ πρῶτος τὰς ἁμαρ τίας σου, ἵνα δικαιωθῇς· καὶ πάλιν ὁ Σολομῶν φησιν· Ὁ ἐπικαλύπτων ἀσέβειαν αὑτοῦ, οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται. Ὅσοι κατορθοῦμεν τὰς ἐντολὰς, θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν, ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ· ἐν δὲ τῷ θεραπεύειν ἡμᾶς τοὺς ἡγουμένους ἡμῶν ἀγγέλους, ἐν τῷ θελήματι τοῦ Κυρίου, ἐν τῇ κρίσει δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δι καιοσύνῃ εἴ γε πᾶσαν τὴν κρίσιν ὁ Πατὴρ δέδωκε τῷ Υἱῷ. Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὕτη κεκράτηκεν ἐχθρῶν. Νικήσαντες τὴν ἀντικειμένην δύναμιν, σκυλεύομεν αὐτὴν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες· ἵνα τὰ κατ' αὐτὴν φαῦλα δῆλα ποιήσαντες, ἀπαγίδευτοι μέ νωσι, μὴ μόνον οἱ ἁπλούστεροι, ἀλλὰ καὶ οἱ συλλαγω γηθέντες ῥᾳδίως ἐκφεύγωσιν ἀπ' αὐτῆς. Μηρύεται τὸ ἔριον καὶ λίνον ψυχὴ, τοὺς περὶ ἐμψύ χων καὶ ἀψύχων λόγους γυμνάζουσα· ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους· ἢ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτι κῆς ἕλκουσα πρὸς αὐτὴν ἕξεως. Ἢ καὶ τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν, γρηγο ροῦσαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος νυμφίος· πάντως δὲ καὶ προσευχομένην τοῦ μὴ ἐμπεσεῖν εἰς πειρασμὸν, λέγουσαν τὸ, Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος· βρῶμα δέ ἐστι ψυ χῆς, ἡ μελέτη τῶν θείων λόγων· ἔργα δὲ, αἱ ἀρεταί· 17.252 θεραπαινίδες δὲ, αἱ αἰσθήσεις· ταῦτ' οὖν παρέχει ἡ τιμιωτέρα λίθων πολυτελῶν ψυχὴ τῷ σωματικῷ αὐτῆς οἴκῳ. Τὴν τοῦ σπουδαίου ψυχήν φησιν ἔχουσαν Ἐκκλη σίαν ξύλον γνώσεως καὶ ξύλον ζωῆς· γνώσεως μὲν ὡς νόμου, ζωῆς δὲ ὡς λόγου· αὕτη γάρ ἐστιν ἡ ἐκ πλευρᾶς Χριστοῦ προελθοῦσα, καὶ νύμφη τούτου εὑρεθεῖσα, ἡ σώφρων καὶ ἀνδρεία γυνὴ, ἡ τὴν πίστιν τούτου τηρήσασα, καὶ τοῦτον νυμφίον ἀπ' οὐρανῶν πάλιν προσδοκῶσα. Ἄτρακτός ἐστι νοῦς καθαρὸς, συμπλέκων ἀρετὴν ἐπ' ἀρετῇ, καὶ δόγματι δόγμα· ἢ λόγος προφορικὸς, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. Οὐκ ἂν προέλθοι νοῦς, οὐδὲ ἐν θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν· ἀπάθειαν δὲ κτησάμενος, χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυνται γὰρ πάντες οἱ παρ' αὐτῆς· ὁ μὲν θυμὸς, πραότητα καὶ ταπεινοφροσύνην· ἡ δὲ ἐπιθυ μία, σωφροσύνην καὶ ἐγκράτειαν. Σῖτα ὀκνηρὰ, τὰ ὀκνοποιοῦντα τυχεῖν τῆς βασι λείας τοὺς ἁπλουστέρους καὶ ἀφελεστέρους, ἡ εὐγνώ μων καὶ θεοφιλὴς ψυχὴ οὐκ ἐσθίει, οὔτε μὴν τού των γεύεται, εἰ τάχα τύχοι αὐτῶν ἐπιθυμῆσαι· τὰς κακίας γάρ φησι σῖτα ὀκνηρά. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος. Ἡ ἀφρο νεστάτη ψυχὴ οὐ μόνον ἐννοεῖ καὶ φαντάζεται τὸ αὑτῇ ἀρεστὸν, ἀλλὰ καὶ ἔργῳ ἐγχειρεῖ πληρῶσαι τὴν θεωρίαν· εἰ δὲ ἀρχὴ σοφίας φόβος Κυρίου, δι καίως ἡ τυχοῦσα σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον τοῦ Κυρίου, ὃς γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρό ξενος. Ἴσασι γὰρ ὅτι τὴν μὲν περὶ τὰ πρακτέα κέκτηται γνῶσιν, ἀρετῆς μὲν αἵρεσιν, φυγὴν δὲ κακίας, καὶ ὅτι κτῆσιν ἔχει τοὺς διδασκομένους ὑπ' αὐτοῦ· φασὶν οὖν ὡς αὐτὸν ἑλόντες, καὶ τούτοις χειρούμεθα· ἄλλως δὲ κτῆσις τοῦ δικαίου, σοφία καὶ φρόνησις, σύνεσίς τε καὶ ἀρετή· καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύ την οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων Θεῷ· ἵνα τυφλωθεὶς ἀπὸ τῆς ἁμαρ τίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. Τὸ μὲν συνετῷ δικαίῳ, καὶ τὰ δυσχερῆ τῶν πρα γμάτων εὔκολα γίνεται· τῷ δὲ ἑτέρως ἔχοντι, καὶ τὰ εὔκολα καὶ ἀνάψυξίν τινα ἔχοντα, δυσχερῆ καθίσταται. Λόγον γὰρ ἔχουσι θεωρημάτων ἐπιστήμονα, μηδὲν ἔχοντες ὑψηλόν.

About this text

Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.