Expositio in Proverbia · §u07-rem-mid

Unit 7 rem mid

Rem mid: Unit 7; lemma continues; spiritual reading with the letter.

Greek

σημαίνει· οὕτω καὶ Ματθαῖον τοῦ τελωνείου ἀπολέσας ὁ Κύριος, δικαιοσύνην αὐτῷ ἐχαρίσατο· πληθύνονται γὰρ οἱ δίκαιοι, ὅταν οἱ ἀσε βεῖς καταλείψωσι τὴν ἀσέβειαν, καὶ σὺν τοῖς δι καίοις γενήσονται δίκαιοι· στένουσι δὲ καὶ οἱ δίκαιοι καὶ ὀδυνῶνται, ὁρῶντες τοὺς ἀσεβεῖς ἐν τόπῳ τῆς ἀσεβείας ἱσταμένους, καὶ μὴ μετανοοῦντας. Κρείσσων γὰρ ἀνὴρ ὁ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἐλέγχων, ἢ ὁ ἐν σκληρᾷ καρδίᾳ παραινῶν καὶ ὑπισχνούμενος συναπολαῦσαι αὐτῷ τῶν ἐν κα κίᾳ· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ ἐν τῇ ὀρέξει τῶν παθῶν, ὁ ἐπὶ πάντας θάνατος, ἐπελθὼν ἐπὶ τοὺς κατ' αὐτῶν συμπράκτορας, οὐκ ἔστιν ἴασις τῇ ψυχῇ αὐτῶν· οὐκ εἶπεν δὲ, ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔσται ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοντος δηλονότι τὰ τῶν παθῶν ὑπεκκαύ ματα, ξύλα, χόρτον, καλάμην· εἴπερ καὶ τοῖς καιο μένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγίεια προσγί νεσθαι. Ἐγκωμιαζομένων τῶν δικαίων ὑπὸ τοῦ Κυρίου ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, οἱ τῆς αὐτῶν μερίδος λαοὶ εὐφρανθήσονται· ὅσοι δέ εἰσιν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, οὗτοι πάντως τότε στένουσιν. Πατέρα ἐνταῦθα τὸν Θεόν φησιν· ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς κατὰ Χριστὸν ἐπονομαζομένους, ἐν ἔργῳ καὶ λόγῳ καὶ σοφίᾳ ἑπομένους τε καὶ μιμουμένους αὐτὸν, θεωρῶν αὐτοὺς, εὐφραίνεται ἐπ' αὐτοῖς· ποιμὴν δέ ἐστιν ἀγαθὸς νοῦς, ἀπαθεῖς λογισμοὺς κεκτημένος· εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστι λογισμὸς ἐμπαθής· καὶ πρόβατόν ἐστι λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἐρί 17.248 φους ὁ Κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους λέγων τοὺς κεκτημένους λογι σμοὺς ἐμπαθεῖς· οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε· καὶ τοὺς τὸν σῖτον ἔχοντας, σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγό μενον· Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικὴν διὰ τῶν ἐντολῶν αὐτοῦ· ὁ δὲ παράνομος Ἀντίχριστος, πρὸς ἀπώλειαν ἐρεθίζει τὸ γένος τῶν ἀνθρώπων. Ἐν παντὶ τὸ κρίνειν, διδάσκειν λέγεται· καὶ γὰρ ὁ μεταξὺ δύο ἢ καὶ πλειόνων, περὶ ἑνὸς πράγματος κρίνων, διδάσκει τὸ δίκαιον, καὶ ἀπέχεσθαι ἀδικίας· ὡσαύτως καὶ ἐπὶ ἀρετῶν, καὶ ἐπὶ πᾶν ὁτιοῦν ἀγαθὸν, τὸ κρίνειν διδάσκειν λέλεκται· ἄνδρα δὲ ἐνταῦθα κρί νειν ἔθνη, τὸν Πέτρον φησὶ, τὸν τὴν οἰκουμένην δι δάξαντα τὴν εἰς Χριστὸν πίστιν καὶ εὐσέβειαν· καὶ Παῦλον, καὶ τοὺς λοιποὺς μετέπειτα διδασκάλους· ἄνδρα δὲ φαῦλον, τοὺς κατὰ Θευδᾶν καὶ Ἰούδαν, καὶ Σαμοσατέα, καὶ τοὺς τούτων ὁμόφρονας· ἐπὶ δὲ τὸν φαῦλόν φησιν ὁ ∆αυΐδ· Καὶ ἐπ' αὐτὸν γελά σονται, καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ. Ἄνδρες αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τὰ αὐτῶν πρακτέα καὶ νενοημένα ποιῆσαι καὶ νοῆσαι βουλόμενοι. Ὄντως ὁ ἄφρων ἀκράτητον ἔχει τὸν θυμὸν αὑτοῦ· οὗτος δὲ ταμιεύεται κατὰ μέρος, ἤγουν ἐπὶ τοῖς δι καίοις ὀργιζόμενος πράγμασι. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τοῦτο· πρὸς δὲ τοὺς σπου δαίους, ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος. Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητὴς ὁ Κύριος ἐν τῇ βασιλείᾳ· τοῖς δὲ παρανομήσασιν, ἐξ ηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει. Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρὸς, παρίστησι τὸ, Ἐὰν γὰρ καὶ νοήσῃ οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς, οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ· τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ, καὶ οὐ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα. Εἰ τὸ κατασπαταλᾷν, ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας· ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ οὐκ ὀλίγα ἐφ' ἑαυτῷ ὀδυνηθήσεται. Ὑβριστὰς ταπεινοῖ Κύριος, ταπεινοῖς δὲ δίδωσι δόξαν. –Ὕβριν τὴν κακίαν φησίν· ὕβριν δὲ καὶ τα πείνωσιν ἀπωλείας προξενεῖ ἡ κακία τοῖς πράττου σιν αὐτὴν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὺς δὲ τα 17.249 πεινόφρονας ἡ δόξα, ἢν ἐδόξαζον τὸν Θεὸν ἐν ὕμνοις καὶ τηρήσει τῶν ἐντολῶν αὐτοῦ, δοξάσει αὐτούς· δόξα γὰρ Θεοῦ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ· καθὼς αὐτός φησιν ὁ Κύριος ἀλλ' ἢ, Τοὺς δοξάζοντάς με δοξάσω· ἡ δὲ κακία ὕβριν λογικῆς ψυχῆς προξενεῖ. Κλέπτην οὐκ ἄλλον τινὰ, εἰ μὴ τὸν διάβολον λέγει· ὁ δὲ μεριζόμενος, ἤγουν μέρος μὲν τῶν τοῦ Θεοῦ προσταγμάτων τηρῶν, μέρος δὲ τοῦ πονηροῦ ποιῶν, οὗτος μισεῖ τὴν ἑαυτοῦ ψυχήν· μικρὸν γὰρ

About this text

Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.