Fragmenta ex commentariis in Proverbia · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and Origen’s theoria.

Greek

πάνυ συνετῶς ἀναγεγραμμένῳ ἐπὶ μὴ οἷόν τε ἦν τοὺς ὄχλους αὐτῷ συνελθεῖν, ἀλλὰ μόνους τοὺς διαφέροντας παρὰ τοὺς ὄχλους, οἵτινες ἦσαν μαθηταὶ αὐτοῦ, καὶ δυνάμενοι παῤῥησίαν ἔχειν πρὸς τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ. Ἐκεῖ, οὐχ ὡς οἱ ὄντες ἔξω, ἀλλὰ χωρήσαντες τὸ γενέσθαι ἔσω, προσελθόντες τῷ διδασκάλῳ, τὸν ἔσω νοῦν ἀξιοῦσι τῶν παραβολῶν μαθεῖν. Καὶ ἐπείπερ ἐχώρησαν αὐ τῷ ἀκολουθῆσαι εἰσιόντι εἰς τὴν οἰκίαν, διὰ τοῦτο ἀπο κριθεὶς πρὸς τὸ, Φράσον ἡμῖν τὴν παραβολὴν, εἶ πεν ἃ εἶπεν. Οὐ μόνον δὲ ἐξέρχεται τῆς οἰκίας αὑ τοῦ ὁ Ἰησοῦς, ἵνα τοῖς ἔξω ἔξω γενόμενος λαλήσῃ τὰς παραβολὰς, ἀλλὰ καὶ παρὰ τὴν θάλασσαν καθ ίζεται, αἰνισσόμενος, ὅτι οἱ ὄχλοι καὶ οἱ ἔξω τῶν τῆς θαλάσσης κυμάτων, καὶ τοῦ ἁλμυροῦ ὕδατος αὐτῆς, οὐκ εἰσὶ μακράν. Παρατήρει δὲ, ὅτι πρὸς μὲν τὸν ἐξελθόντα τῆς οἰκίας καὶ καθήμενον παρὰ τὴν θάλασ σαν Ἰησοῦν συνήχθησαν ὄχλοι πολλοί· οὐκ ἔτι δὲ ὄχλοι πολλοὶ, ἀλλ' οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες ὀλίγοι, καὶ εὑρίσκοντες τὴν ἐπάγουσαν εἰς τὴν ζωὴν ὁδὸν μαθηταὶ εἰσέρχονται πρὸς αὐτὸν εἰς τὴν οἰκίαν. Λόγῳ τοίνυν τὸ πρέπον εὐαγγελικῷ κατὰ δύναμιν ἐξετάζων, καὶ τῷ τοῦ Ἰησοῦ βουλήματι ἐμ βάντος εἰς τὸ πλοῖον, καὶ λέγοντος παντὶ τῷ ὄχλῳ τῷ παρὰ τὸν αἰγιαλὸν ἐν παραβολαῖς, φημὶ, μήποτε ὁ λόγος τοῖς ὄχλοις οὐ βεβηκὼς, οὐδὲ ἑστὼς, ἀλλ' ἐν ὕδατι θαλάσσης τυγχάνων, λαλεῖ ὀχούμενος ἐπὶ τοῦ, ὡς οἷόν τε ἐστὶ, δυναμένου βεβηκέναι ἐπὶ ὕδατος· ὅπερ πλοῖον εἴρηται. Μὴ θαυμάσῃς δὲ, εἰ τὰ τοιαῦτα νοήματα ὡραιότερον ἐνήνεκται, ὡς ἂν τὸν ἔξω καὶ τὸν ὄχλον μὴ νομίσαι, μηδὲ νοῦν τινα εἶναι κεκρυμ μένον καὶ ἐχόμενον πυκνῆς γλαφυρότητος τὸν τῇ εὐαγγελικῇ διαθέσει ἀποκείμενον· καὶ γὰρ ἦν τῆς οἰκονομούσης χάριτος τὸν τοῦ Θεοῦ λόγον, ἔργον. Ἐγὼ δὲ καὶ τὸ, Προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· ∆ιὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; καὶ τὸ, Ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὑτοῦ· καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν, βαθύτερον ἀκούειν πειρῶμαι. Ἀεὶ γὰρ οἱ μὲν ὄχλοι, ἐὰν ἀκούωσι παρα βολῆς, οὐδὲ ἐφιστᾶσιν αὐτῇ δεομένῃ ἐξηγήσεως· οἱ δὲ μαθηταὶ θεωροῦντες, ὅτι ἐν παραβολαῖς τοῖς ὄχλοις λαλεῖ, διὰ τὸ εἶναι αὐτοὺς ἔξω, ἀφιέντι τοὺς ὄχλους τῷ Ἰησοῦ ἕπονται, καὶ ἰδόντες, ὅτι οὐκ ἀλλαχοῦ δύ νανται μανθάνειν τὰ τῶν παραβολῶν ἢ εἰσελθόντες εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ, καὶ εἰσέρχονται πρὸς αὐ τὸν, καὶ προσελθόντες αὐτῷ, φασί· Φράσον ἡμῖν τὴν παραβολὴν, περὶ ἧς μαθεῖν βούλονται. Ἀλλὰ τοι αύτη μὲν ἡ παραβολή. Ἑξῆς δέ ἐστιν ὁ σκοτεινὸς λόγος. Ἔστι τοίνυν ἐν ταῖς Γραφαῖς τινα τοσοῦτον ἐπίτηδες σκοτεινῶς εἰ ρημένα, ὥστε μηδὲ τὸ τυχὸν ἐκλαβεῖν ἄν τινα ἐν αὐ τοῖς χωρὶς πολλῆς καὶ μεγάλης ἐξετάσεως συγκε χυμένης καὶ κατὰ τὴν φράσιν, καὶ κατὰ τὸ διανόημα, 13.24 καὶ κατὰ τὴν σύνθεσιν τῆς λέξεως· ἅπερ νομίζω εἶ ναι τὸν λεγόμενον ἐν βίβλῳ σκοτεινὸν λόγον. Παρά δειγμα τῶν τοιούτων ἐκθήσομαι ἀπὸ Ψαλμῶν ἐκ τοῦ λαʹ ψαλμοῦ τὰ οὕτω λελεγμένα· Ὅτι ἐσίγησα, ἐπα λαιώθη τὰ ὀστᾶ μου, καὶ τὰ ἑξῆς. Καὶ ἁπλῶς τοῦ μὲν νοήματος νοῆσαι ἔστι τὸ ῥητὸν, ὡς δείξομεν· τοῦ δὲ σκοτεινοῦ λόγου, οὐδὲ τὸ τοιοῦτον· οἷον κἀκεῖνο ἐν Ἡσαΐᾳ· Οὐαὶ γῆς πλοίων πτέρυγες, ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδα τος. Ἕκαστον δὲ τούτων σαφηνίσαι καὶ νοῆσαι φω τίζοντα τῇ διηγήσει τὸ σκοτεινὸν αὐτοῦ οὐ τοῦ παρ όντος ἐστὶ καιροῦ, ἵνα μὴ πολλὰς καὶ ἀκαίρους ποιώμεθα παρεκβάσεις. Ἀρκεῖ δὲ μόνον τὸ ἀπὸ τοῦ ψαλμοῦ οὕτω πως σαφηνίσαι λεγόμενον. Ὅσον γὰρ ἐκεκράγειν ὑμνῶν τὸν Θεὸν, καὶ δι' ὅλης τῆς ἡμέρας θεολογῶν, οὐδέν μου ἐπαλαιοῦτο, ἀλλ' ὅσον ἀνεκαι νούμην. Ὅτε δὲ ἀργήσας ἀπὸ τοῦ λέγειν τὰ τῆς θεο λογίας ἐσιώπησα, τότε ἡ παλαιότης εἰσέδυ μέχρι τῶν ὀστέων μου, καὶ τῶν δοκούντων ἐν ἐμοὶ στεῤῥο τάτων. Καὶ τούτοις ἠκολούθησε τὸ βαρεῖαν γενέσθαι τὴν χεῖρά σου νυκτὸς καὶ ἡμέρας κατ' ἐμοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαιπωρίαν ἡ βαρυνομένη σου χεὶρ κατ' ἐμοῦ. Καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάν θης, ἡνίκα ἐκρατήθην ὑπὸ μεριμνῶν, ἢ καὶ πλού του, καὶ ἡδονῶν βιωτικῶν. Ὅτι δὲ τοιαῦτά τινα τῷ Προφήτῃ ἐν τούτοις νενόηται, δῆλον ἐκ τοῦ ἐπιφέ ρεσθαι τούτοις τὸ, Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὰ ἑξῆς. Μετὰ ταῦτα ἔστιν ἰδεῖν τίνες αἱ ῥήσεις τῶν σο φῶν· εἶτα τίνα τὰ αἰνίγματα· ποίων σοφῶν ῥήσεις ὁ τῶνδε ἀκούσας σοφὸς, καὶ διὰ τὸ ἀκηκοέναι αὐτῶν ἑαυτοῦ γενόμενος σοφώτερος. Ἆρα γὰρ μόνων τῶν κατὰ Θεὸν καὶ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.