Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; spiritual reading with the letter.
Greek
τὴν ἀλήθειαν αὐτοῦ σοφῶν, ἢ οὐ τού των μόνον, ἀλλὰ καὶ ὧν δράξεται ὁ Θεὸς τῆς πανουρ γίας; Καὶ γὰρ τούτους ὠνόμασεν ὁ λόγος σοφούς. ∆ιὰ τί γὰρ ὁ εἰρημένος νοήσει μὲν τὰς τῶν μακαρίων σοφῶν ῥήσεις, οὐ διαρκέσει δὲ πρὸς τὸ νοῆσαι καὶ τοὺς τῶν λοιπῶν σοφῶν λόγους, ἀλλ' ἔσται αὐτῷ ὁ νοῦς ἐλάττων τοῦ νοῦ τῶν σοφῶν τοῦ κόσμου τούτου, καὶ μὴ δυνάμενος παρακολουθεῖν τοῖς ὑπ' ἐκείνων λεγομένοις; Καὶ ἄρα μήποτε ὥσπερ ὀφθαλμοῦ ἔργον ἐστὶν οὐ μόνον τὰ τεταγμένα ὁρᾷν, ἀλλὰ καὶ τὰ ἄλ λως ἔχοντα, ἢ ὡς τὸ ἐν τούτοις τεχνικὸν βούλεται· οὕτω νοῦ ἔργον ἐστὶ τά τε ἐπιτυγχανόμενα ἐννοήματα θεωρεῖν, καὶ τὰ μὴ, εἴπως αὐτός τε ὑπὸ τῆς ἐν τοῖς ψεύδεσι πιθανότητος οὐχ ἁλώσεται, καὶ τοὺς ἁλόντας ῥύσεται, ἐὰν νοήσῃ καὶ τῶν ἄλλων σοφῶν τὰς ῥήσεις, εἴπου σοφίζονται, καὶ τίνα τρόπον παραλογίζονται· καὶ πῶς τὸ σόφισμα λύεται, καὶ ὁ παραλογισμὸς ἐλέγ χεται. Οὕτω γὰρ καὶ διὰ τῶν ἑαυτοῦ σοφῶν ἀπειλεῖ ὁ Θεὸς, ὅτι τὴν διὰ τὸ ψεῦδος ἀξίαν ἀπολέσθαι σοφίαν τῶν σοφῶν ἀθετήσει, καὶ τὴν ἀπατηλὴν σύνεσιν τῶν μὴ κατ' αὐτὸν συνετῶν, καὶ οὕτω διὰ τῶν ἰδίων δρά ξεται τῆς πανουργίας τοῦ αἰῶνος τούτου σοφῶν. Αὐ τίκα οἱ μαθηταὶ τοῦ Κυρίου, εἰ μὴ ἐνόουν τὰς τῶν 13.25 κοσμικῶν σοφῶν ῥήσεις, πῶς ἐστρατεύοντο πρὸς καθ αίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ; Πῶς δὲ καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τελείως τηρήσαιτό τις ἂν, τὸ, Ἕτοιμοι ἀεὶ πρὸς ἀπολο γίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μὴ τελείως ἔχων τὴν ἐν λόγῳ παρα σκευὴν, ἵνα παντὶ Ἕλληνι καὶ παντὶ βαρβάρῳ, καὶ παντὶ σοφῷ, καὶ παντὶ ἀνοήτῳ ἕτοιμος ᾖ πρὸς ἀπο λογίαν περὶ τῆς ἐν αὑτῷ ἐλπίδος, τῷ συνιέναι τὰς τῶν σοφῶν ῥήσεις, τῶν μὲν κατηγορῶν, τὰ δὲ ἀνα τρέπων, ταῦτα δὲ συνιστὰς καὶ ἀποδεικνύς; Μὴ θαυμάσῃς δὲ εἰ νῦν ὁ ἀληθῶς κατὰ Θεὸν σοφὸς οὐχ εὑρίσκεται· ἐκλέλοιπε γὰρ τὰ πλεῖστα τῶν ἐξαιρέ των χαρισμάτων, ὡς ἢ μηδαμῶς ἢ σπανίως εὑρίσκε σθαι. Λείπεται ἀποδοῦναι καὶ τίνα τὰ αἰνίγματα. Αἴ νιγμα δὲ εἶναι νομίζω διέξοδόν τινα περὶ ὡς γεγονό των μὴ γεγονότων, μήτε γενέσθαι δυναμένων, ση μαινόντων δ' ἐν ἀποκρυφῇ ἀπόῤῥητόν τι· οἷον ὡς ἀπὸ παραδείγματος τὸ ἐν τοῖς Κριταῖς· Πορευόμενα ἐπορεύθησαν τὰ ξύλα, τοῦ χρῖσαι ἐφ' ἑαυτῶν βα σιλέα. Τίνα γὰρ τρία ξύλα καρποφόρα, ἡ συκῆ, ἡ ἄμπελος, ἡ ἐλαία, μὴ βουληθέντα βασιλεύειν τῶν οὐκ ἀξίων τῆς αὐτῶν βασιλείας ξύλων· καὶ τίς ἡ ἀκαν θώδης ῥάμνος καὶ πῦρ ἐξ αὑτῆς ἀφιεῖσα κατεσθίειν τὰς κέδρους τοῦ λιβάνου, τοῦ σοφοῦ ἐστιν ἰδεῖν, ἀναφέροντος ταῦτα μὲν ἐπὶ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν δὲ ῥάμνον ἐπὶ τὸν ἀντικείμενον. Ἔστι δὲ καὶ ἐν ταῖς Βασιλείαις αἴ νιγμα τοιοῦτον· Ὁ ἄκανθος ὁ ἐν τῷ Λιβάνῳ ἀπ έστειλε πρὸς τὴν Κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέ γων· ∆ὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυ ναῖκα, καὶ τὰ ἑξῆς. Εὕροις δ' ἂν καὶ ἐν τοῖς προφή ταις αἰνίγματα, ὡς ἐν τῷ Ἰεζεκιὴλ τὸ, Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης πίλων, καὶ τὰ ἑξῆς. Τοσαῦτα χωρῆσαι ἐπὶ τοῦ παρ όντος δεδυνήμεθα εἰς τὸ προκείμενον· ταῦτα δὲ ἦν παραβολὴ καὶ σκοτεινὸς λόγος, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς αἰνιγμάτων, ὡς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν, κἂν ἀνάγηται εἰς ἕτερα. Καὶ πῶς ἁρμόσαι τούτῳ τὸ, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου; Γέγονε γὰρ ὅπερ ἐπήγαγεν· Ἐναντίον τῶν πατέρων αὐτῶν ἐποίησε θαυμάσια. Καὶ κατὰ τὸ ῥητὸν διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐ τούς· πάντα γὰρ γέγονεν, εἰ καὶ σύμβολά ἐστι τῶν ἐφ' ἅπερ ἀνήγετο τρόπων παραβολῶν εὐαγγελικῶν λαμβανόμενα. Ἕτερος δέ τις ἐρεῖ, οὐκ ἐπὶ τὰ ἀπὸ τῆς Ἐξόθου ἀναφέρεσθαι τὸ, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἀλλ' ἐπὶ τὰς ἐν τῷ Εὐαγγελίῳ παρα βολὰς τοῦ Χριστοῦ λέγοντος ἐν τῷ προφήτῃ· Προσ έχετε, λαός μου, νόμον μου, καὶ τὰ ἐπ' αὐτῷ. Στέφανος χαρίτων. Ἡ περιοχὴ τῶν ἀρετῶν, διὰ τὸ συνδεδέσθαι ἀλλήλαις. 13.28 Κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Κλοιὸν χρύ σεον λέγει τὸν περιαυγασμὸν καὶ τὸ κυκλοειδὲς σέ λας τῶν θείων λογίων. Τράχηλον δὲ λέγει τὸν νοῦν. Ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς. Φήσαιεν δὲ ταῦτα καὶ οἱ εἰπόντες· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. Τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν. Ἐκείνης
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.