Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
συνάγεσθαι καὶ μὴ σκορπίζειν, ἀλλ' ἐνδύεσθαι τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα ἀντιστῇ πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως στρατοπεδεύουσα· ἔστι δὲ ἀβασίλευτος ὑπὸ τοῦ Φαραὼ, ἀλλ' οὐχ ὑπὸ τοῦ Θεοῦ, καὶ τῶν Αἰγυπτίων οἱ πόνοι παραδίδονται ταύτῃ. Ἴσως δὲ διὰ μὴ βασιλεύεσθαι ἡμᾶς πρὸ τῆς Χριστοῦ βασιλείας, ἀβασίλευτον ἡ ἀκρίς. Οὐ γὰρ ἔχουσιν ἡγούμενον, καθάπερ αἱ μέλισσαι, ἀλλ' ἑκάστη ἡγεῖται. Οὗτοί εἰσιν οἱ προαιρέσει κουφιζόμενοι τῶν γηΐνων, τεταγμένην ὁδεύοντες ζωήν. Ἢ καὶ ἀκρίδες, ὅσοι, τῇ νοήσει βουλόμενοι πέτεσθαι, ἀδυνατοῦντες ὀλίγον τῆς γῆς ἀνατρέχουσιν. Εἰ δὲ πρακτικὸν μεταλάβοιεν, εἰς ἓν τάγμα πρακτικὸν ἐναχθήσονται. Καὶ τράγος ἡγούμενος αἰπολίου. Τρίτος ὁ τράγος κατὰ μόνους τοὺς Οʹ ἡγούμενος αἰπολίου, αὔξων τε καὶ πληθύνων αὐτὸ καὶ ἐπὶ τὰς ἐν ὑψηλοῖς νομὰς ὁδηγῶν. Οὐδεμία γὰρ ἀγέλη ζώων οὕτως ἐπιβαίνει τῶν ὑψηλῶν. Τοιοῦτος ὁ ἡγούμενος Χριστοῦ τοὺς ἐν τῷ αἰπολίῳ πρὸς ὕψος ἀνάγων. Ἄλλως ὁ τράγος τυποῖ τὸν Χριστὸν, ὑπὲρ ἁμαρτίας προσφερόμενος. Τούτῳ ἐν ὕψει ὄντι ἕπεται πᾶσα τῶν θεοσεβῶν ἡ πληθύς.
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.