Fragmenta ex commentariis in Proverbia · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.

Greek

ποντοπορεῖ, καὶ τοῦτο διὰ παντὸς, ὑπὸ τῶν ἐναντίων ἀκαταστατοῦσα πνευμάτων. Καὶ ἐπεὶ τοῦ βίου τὰ πράγματα ματαιότης, ποντοπορούντων ἀεὶ, καὶ μηδενὸς τῶν ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν. Τοιγαροῦν τῶν ἐνδόξων τῆς γῆς βασιλέων ἢ καὶ ἀρχόντων ἀλλότριον θεοσεβείας ἔργον οὐδὲν καταλείπεται μετὰ τελευτήν. Ἐσβέσθη γὰρ αὐτῶν ἡ δόξα. Οὐκ ἐπιγινώσκονται δὲ, φησὶν, οὐδὲ ὁδοὶ ἀνδρὸς ἐν νεότητι, ταῖς ἐπιθυμίαις πεπυρωμένου διὰ τὸ ἄστατον τῶν τρόπων· καὶ τῆς μοιχαλίδος, ὁμοίως διὰ τὸ ἀναίσχυντον. Ἢ τοῦτό ἐστιν ἡ τῶν ἐθνῶν Ἐκκλησία, ἥτις μετὰ τὸ ἀπολούσασθαι διὰ τοῦ βαπτίσματος οὐδέν φησιν ἄτοπον πεπραχέναι. Ὁ δὲ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς. Τοιαύτη καὶ πᾶσα γυνὴ μοιχαλὶς, ἢ ἀλλοτριώσασα ἑαυτὴν τοῦ νυμφίου, καὶ ψυχὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ ὀπίσω τῶν ἐραστῶν πορευομένη. Καὶ ἐκστρατεύει ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως. Ὡς εὔτακτος ἐπαινεῖται καὶ ἡ ἀκρὶς, τῷ τοῦ Θεοῦ λόγου πειθομένη κελεύσματι. Τοιαύτη τίς ἐστιν ἡ Ἐκκλησία, διὰ τὸ πρὸς τῶν ἀνθρώπων καταφρονεῖσθαι, ἀκρίδι ὡς πρὸς τὸ ζῇν ἐπὶ γῆς παραβαλλομένη· διὰ δὲ τὸ μετὰ Ἰησοῦ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.