Fragmenta in Psalmos (Greek) · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλή θειαν, καὶ πιστεῦσαι Θεῷ καὶ γνῶναι τὸν Θεόν. Τοιγαροῦν τοῖς ἀποστόλοις η δη πε πιστευκόσι φησὶν ὁ Σωτήρ· ̓Εὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσετε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ̔Ως γάρ φησιν ̔Ησαΐας· ̓Εὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Καὶ ὁ ∆αυίδ· ̓Επίστευσα, διὸ ἐλάλησα. Καὶ τό· Σχολάσατε δὲ καὶ γνῶτε ο τι ἐγώ εἰμι ὁ Θεὸς, διαφέρειν δηλοῖ τοῦ πιστεύειν τὸ γνῶναι· Τοῦτο γὰρ τοῖς ἀπιστοῦσιν οὐκ ει ρηται· δείκνυσι δὲ καὶ ποίαν δεήσει γνῶσιν ἀπολαβεῖν, [καὶ] ὡς ἐθαυμαστώθησαν ὑπὸ Θεοῦ οἱ ο σιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεω ρημάτων. Μεγάλη ββ. p. 560. 4.5 ̓Οργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντα σίᾳ, μηδὲ τὸ ε ργον ἐπάγειν κυροῦν τὴν Θυσία ὀργήν. 4.6 Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη Θεῷ· ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς. 4.7 ̓Εσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Οἱ μὲν α γγελοι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Θεοῦ· οἱ δὲ α νθρωποι, τὸ φῶς τοῦ προσώπου αὐτοῦ. Πρόσωπον γὰρ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων. Φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, ει περ κατὰ τὴν σοφὴν Θηκωϊτίδα· Ωσπερ α γγελος Θεοῦ η ν ὁ ∆αυὶδ, πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς. 4.8 Εδωκας εὐφροσύνην εἰς τὴν καρ δίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οι νου καὶ ἐλαίου. ̓Επήγγελται δὲ ταῦτα πολλαχοῦ τῆς γρα φῆς τοῖς ἁγίοις, καὶ ἀπειλεῖται τοῖς ἁμαρ τωλοῖς τούτων ἡ στέρησις, δηλαδὴ τῶν νοη τῶν καὶ οὐκ αἰσθητῶν. Κακὰ νομίσαντές τι νες, διὰ τὴν σμικρότητα τῆς ἐπαγγελίας, ἑτέρῳ Θεῷ ὑπ' αὐτῶν ἀναπεπλασμένῳ προσ κύνειν ἠβουλήθησαν· τῶν γὰρ κρειττόνων μεταλαμβάνουσα, ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ πρὸς τὸ δύνασθαι τὰ ἐπι βάλλοντα αὐτῇ ε ργα ἐπιτελεῖν. Καὶ εἰς τὸν αἰῶνα δὲ τὸν μέλλοντα ταῦτα Παῦλος εἰσ ήγαγεν. Μήτις ὑμᾶς κρινέτω ἐν βρώσει η ἐν πόσει, η ἐν μέρει ἑορτῆς, η νουμηνίας σαββάτων, α ἐστι σκιὰ τῶν μελλόντων. – Σῖτος καὶ οι νος καὶ ε λαιον πληθύνει ἁμαρ τωλούς· εὐφροσύνη δὲ Θεοῦ εὐφραίνει δι καίους. 5.1 Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονο μούσης. ̔Η κληρονομία τοῦ Χριστοῦ ἐστιν ἡ φύ σις ἡ λογική. 5.8 Προσκυνήσω πρὸς ναὸν α γιόν σου ἐν φόβῳ σου. Ναὸς α γιός ἐστι τοῦ Θεοῦ ὁ Χριστὸς, διότι ὁ Θεὸς η ν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. – ̓Εν τῷ φόβῳ Θεοῦ ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ἐν φόβῳ δὲ Κυρίου προσκυνεῖ τὸν ναὸν, ο ς ἐστι Χριστός· Λύσατε γὰρ, φη σὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 5.9 Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιο σύνῃ σου, ε νεκα τῶν ἐχθρῶν μου. ̓Εν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἐν τῷ Χριστῷ. –Τῶν ἐχθρῶν. Τῶν νοητῶν δη λονότι· πολλοὶ γὰρ οἱ ἐπιβουλεύοντες τῇ θεοφιλεῖ ψυχῇ, τῇ κατὰ Θεὸν αὐτῆς προ κοπῇ διαβασκαίνοντες. 5.10 Οτι οὐκ ε στιν ἐν τῷ στόματι αὐ τῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Πρότερον, οὐδεμία ἀλήθεια, η ὁ Χριστός· καὶ τάχα τὸ Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. δεύτερον, ἠνέγκατο αὐτῶν ἐπι βουλήν. Νεκρῶν ε ργων πεπληρωμένος. 5.11 Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπε σάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ε ξωσον αὐ τοὺς, ο τι παρεπίκρανάν σε, Κύριε. Οὐ γὰρ ἀφ' ἑαυτοῦ ὁ Θεὸς ἐξωθεῖ τινα· οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· τοῦ τοίνυν πλήθους τῶν ἀσεβειῶν αὐτῶν ε ξωσον αὐτούς. Ταῦτα γὰρ, φησὶ, πάντα τὰ διαβούλια κατ' ἐμοῦ ἐποι οῦντο, τῇ κατὰ Θεόν μου προκοπῇ ἐναν τιούμενοι· οἱ γὰρ διώκοντες τὴν φίλα τῷ Θεῷ πράττουσαν ψυχὴν, Θεὸν παραπικραί νουσι, θεομαχοῦντες σαφῶς. – Εξωσον αὐ τοὺς ἀπὸ τῆς ἀσεβείας, εὐσεβεῖς αὐτοὺς ἐρ γασάμενος. –Μακαριότης ἐστὶ, βουλῆς πά σης ἐκπεσεῖν. 5.12 Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάν τες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλ λιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Τῶν ἐπιβούλων καταλυθέντων, ἡ εὐφρο σύνη σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς εἰς αἰῶ να. Καὶ πῶς γὰρ οὐκ ἀγαλλίασις, ῳ Θεὸς πάρεστιν, ὡς ἐν ἰδίῳ ναῷ ἐνοικῶν τε καὶ περιπατῶν; ὡς τὸ μακρύνεσθαι Θεοῦ, τῆς ἁμαρτίας αἰχμαλωτιζούσης, θρήνων ἐπάξιον. Τέλος δὲ τῶν ἀγαθῶν, ἀπολαβεῖν κληρονο μίαν καὶ κλῆρον ε χειν ἐνοικοῦντα Θεόν. 5.13 ̔Ως ο πλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Στέφανος, φησὶν, ἡμῖν τῶν πόνων χάρις, ἡ τὸ τέλος τούτῳ, καθάπερ ο πλῳ τινὶ, φράτ τουσα ἡμᾶς. 6.2,3 Κύριε, μὴ τῷ θυμῷ σου

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.