Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; spiritual reading with the letter.
Greek
ε χουσι. 3.4 Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου ει , δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Τὸ τηνικαῦτα ὑψοῦται νοῦς, ὁπηνίκα α ν ἐπιβάλλῃ τῇ πολυποικίλῳ τοῦ Θεοῦ σοφίᾳ. –Τοῦ ἁγίου δόξα ὁ Θεός. Πᾶς δὲ ου δόξα ἐστὶν ὁ Θεὸς, ὑψοῦται ὑπ' αὐτοῦ. – Τὴν κεφαλὴν, τουτέστιν τῆς ψυχῆς τὸ ε παρμα. Ωσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέ ρων κεφαλὰς κάτω κειμένας, ου τως καὶ δια ναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κε φαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ. 3.5 Καὶ ἐπήκουσέν μου ἐξ ο ρους ἁγίου αὐτοῦ. Ορα εἰ δύναται ει ναι ο ρος α γιον ὁ Μο νογενὴς, ο θεν ἐπακούσει ὁ Θεός. 3.8 ̓Ανάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ο τι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραί νοντάς μοι ματαίως. ̓Οδόντας ἁμαρτωλῶν συνέτριψας. ̔Εκάστῳ ὁ Θεὸς ε χει τινὰ κατάστασιν· οι ς τισιν ἀνέστη, τοὺς καὶ σώζει· τοὺς δὲ μα ταίως ἐχθραίνοντας πατάσσει. – Ματαίως ἐχθραινόντων τοιοῦτον δὲ τό· ἐμίσησάν με δωρεάν· ὁποῖοι δὲ οἱ συντριβόμενοι ὑπὸ Κυ ρίου τῶν ἁμαρτωλῶν ὁδόντες, τοιοῦτοι καὶ ου τοι περὶ ω ν ει ρηται· ἐκεῖ ε σται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ φα γόντος τὸν ο μφακα αἱμωδιάσουσιν οἱ ὀδόν τες αὐτοῦ. 4.1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς, ᾠδὴ τῷ ∆αυίδ. ̔Υπόθεσις. Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Οʹ ἐχόντων ἐπιγραφὴν Εἰς τὸ τέλος, κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ Εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, α ξιον, ο ση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. ̓Ιστέον δὲ, ο τι, ω σπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ' ο σπεύδει ὁ γνησίως τὴν τέχνην η τὴν ἐπι στήμην μετιὼν, ου τως καὶ τῆς λογικῆς φύ σεως δεῖ τέλος τυγχάνειν. Τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι, κατὰ τὰ εἰρημένα Παύλῳ τῷ σοφωτάτῳ ἐν τῇ πρώτῃ πρὸς Κο ρινθίους ἐπιστολῇ· Ωσπερ γὰρ ἐν τῷ ̓Αδὰμ πάντες ἀποθνήσκουσιν, ου τως καὶ ἐν τῷ Χρι στῷ πάντες ζωοποιηθήσονται, ε καστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. – Οσον δὲ ἐν τῷ λέγειν· ἐν τῷ ἰδίῳ τάγματι, οὐχ ε ν τέλος ὑπογράφει πάντων· εἰκὸς γὰρ ε καστον κατὰ τὴν ἀξίαν τῶν πεπραγμένων ζωοποιηθήσεσθαι, η τοι χωρὶς βασάνου ἐπὶ τοῦτο ἐρχόμενον, η μετὰ κολάσεις. Ζωοποιήσας δὲ Χριστὸς πάντας ἐν αὑτῷ τοὺς ἐν τῷ ̓Αδὰμ ἀποθνήσκοντας, βασι λεύει τῶν ζωοποιηθέντων. –Νομίζομεν τοί νυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλ μοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ' ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρα καλεῖν. –Παντὶ δὲ ἀγωνιζομένῳ τυγχάνει καὶ ἡ νίκη τέλος. Πολλαὶ μὲν ου ν αἱ τῶν κατὰ μέρος νῖκαι, καὶ τέλος, καθάπερ Παύ λου ο τε μὲν λέγοντος· ̓Εν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, ο τε δέ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ο ν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μό νον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπη κόσιν τὴν ἐπιφάνειαν αὐτοῦ. 4.2 ̓Εν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνας μοι. Οὐ μετὰ τὸ ἐπικαλεῖσθαι εἰσήκουσέν με, ἀλλ' ἐν τῷ ἐπικαλεῖσθαι. – Οταν τῶν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκομεν, τότε μάλιστα πλατυνόμεθα. –Εἰ καὶ ὡς α νθρωπος ὁ προφήτης ἐπι καλεῖται, καὶ διὰ τὸ ἐπικαλεῖσθαι, εἰσακούε ται ὑπὸ Θεοῦ τῆς δικαιοσύνης αὐτοῦ, λέγω δὲ τῆς δικαιοσύνης τοῦ λέγοντος, καὶ διὰ τοῦτο ἐν πλατυσμῷ κατὰ τοὺς καιροὺς τῆς θλίψεως γίνεται· ἀλλά γε ὡς πρὸς τὸν Θεὸν ὁ τοιοῦτος ω ν, κάτω ἐστίν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ α νθρωπος ταπεινὸς, καὶ δεῖται τοῦ οἰκτειρηθῆναι ὑπὸ Θεοῦ. 4.3 Υἱοὶ ἀνθρώπων, ε ως πότε βαρυ κάρδιοι; Τό· υἱοὶ ἀνθρώπων, ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ελλησιν ε θος τῷ τοιούτῳ χρῆσθαι σχηματισμῷ λέ γουσιν· υι ες ̓Αχαίων, καὶ τὰ ο μοια. – ̓Εν-ταῦθα γινώσκομεν ο τι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αι γυπτον Κύριος, ἐπὶ νεφέλης λέγεται καθέ ζεσθαι κούφης. Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πληρωμένη καὶ γνώ σεως. 4.4 Καὶ γνῶτε ο τι ἐθαυμάστωσε Κύριος τὸν ο σιον αὐτοῦ. Γνῶτε τοιγαροῦν οἱ πεποιθότες ἐπὶ πλή θη, ὡς θαυμαστὸν ἀπέδειξε τὸν πεποιθότα ἐπ' αὐτόν. –Περὶ Χριστοῦ προφητεύει ∆αυὶδ ἐν τῷ ιεʹ ψαλμῷ, ω ς ἐστιν ἀληθὴς ο σιος, καὶ μάρτυρες οἱ ἀπόστολοι περὶ αὐ τοῦ, νοήσαντες τό· Ου τε δώσεις τὸν ο σιόν σου ἰδεῖν διαφθοράν. ∆υνατὸν δὲ καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι, οὐ ταὐτὸ δὲ τὸ πιστεῦσαι καὶ γνῶναι· ὡς οὐδὲ ταὐτὸ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.