Fragmenta in Psalmos (Greek) Unit 2 opening
Unit 2.
Lemma-led open — ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέη σόν με, Κύριε· ο τι ἀσθενής εἰμι, ι ασαί μ
Greek
ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέη σόν με, Κύριε· ο τι ἀσθενής εἰμι, ι ασαί με, ο τι ἐταράχθη τὰ ὀστᾶ μου. Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυ χῆς, κατ' ἐξοχὴν ἀμύνης. Λέγει ου ν· εἰ καὶ ἐξώτερος ὁ θυμὸς ἐλέγχει, καὶ ἡ ὁργὴ τά χιον παιδεύει, ἐγώ γε διὰ τὴν ἀσθένειάν μου δεόμαι τοῦ ἐλέους σου, καὶ δι' α λλης ἐλεγ χθῆναι καὶ παιδευθῆναι θεραπείας, οὐ τηλικούτους προσαγού σης πόνους. Θέλει γὰρ καὶ μὴ θυμῷ Θεοῦ ἐλεγχθῆναι, καὶ μὴ παιδευθῆναι ἐν ὀργῇ αὐτοῦ, καὶ ἐλεηθῆναι, ἀσθενὴς ω ν, καὶ ἰα θῆναι ἀπὸ τῆς ταραχῆς τῶν ὀστέων καὶ τῆς ψυχῆς αὐτοῦ. – Σύμμαχος· ἐν χόλῳ, ἐν ἀνυπερθεσίᾳ. 6.6 Οτι οὐκ ε στιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. Πᾶς ὁ μνημονεύων τῆς ζωῆς, τῆς εἰπού σης· ̓Εγώ εἰμι ἡ ζωὴ, οὐκ ε στιν ἐν θανάτῳ. 6.7 Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου. Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένου. 6.11 Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου. ∆αιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι, ἀνθρώπων τὸ μὴ διὰ παντὸς, ἀγγέλων τὸ μηδὲ διὰ παντὸς, μήτε μὴ διὰ παντὸς, ο περ ἐστὶν οὐδέποτε. – ̓Απὸ μοχ θηρῶν διαβουλιῶν ἀποπεσεῖν, οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθη ρὸν αὐτῶν τέλος, ὡς οὐ καλὸν τῶν κρειτ τόνων μὴ ἐπὶ τέλος ἐλθεῖν. 7.5 Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι α ρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενός ἐστιν ὁ μὴ δυνάμενος λέγειν· ̓Εκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλά βομεν καὶ χάριν ἀντὶ χάριτος. ∆ιόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται, τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία, περὶ ω ν ει ρηται· ̓Επι τίμησον γὰρ, φησὶ, τοῖς θηρίοις τοῦ καλά μου, καί· ̔Ο διάβολος, φησὶν ὁ ̓Ιὼβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον· ου τος γὰρ βα σιλεύς ἐστι πάντων τῶν ἐν τοῖς υ δασι. 7.6 Καταδιώξαι α ρα ὁ ἐχθρὸς τὴν ψυ χήν μου, καὶ καταλάβοι. Ινα χοϊκὸς, ἀντὶ ἐπουρανίου, γενοίμην. 7.10 Συντελεσθήτω δὴ πονηρία ἁμαρ τωλῶν, καὶ κατευθυνεῖς δίκαιον. ̓Εὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρ τωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑ τοῦ, μηκέτι πολεμούμενος ὑπ' αὐτῶν. 7.13 ̓Εὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομ φαίαν αὐτοῦ στιλβώσει. ̔Ρομφαία ἐστὶ νοητὴ, λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος η κακίας η ἀγνωσίας. 7.14 ̔Ητοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις. Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι. 7.17 Καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. ̔Η κορυφὴ νῦν τὸν νοῦν σημαίνει, ει περ ὁ στέφανος τῆς χάριτος, κατὰ τὸν Σωλο μῶντα, η τις ἡ σοφία, δέδεται τῇ κορυφῇ. 8.1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Κολαστικὸν καὶ τιμωρητικόν. Εὐσεβίου. ̓Ενταῦθα εἰς τὸ τέλος ει ρηται, διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τετυχηκέ ναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμέ να· ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς, καὶ τὰς ἐκκλησίας τοῦ Θεοῦ, α σπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν ει ωθεν· πάλαι μὲν ου ν, ὁπηνίκα ει ς η ν ὁ λαὸς ὁ καλούμενος ̓Ισραὴλ, ἀμ πελὼν ἐχρημάτιζεν ου τος. Καὶ ὁ νεὼς ὁ παρ' αὐτοῖς πύργος, προλήνιόν τε τὸ πρὸ τοῦ νεὼ θυσιαστήριον, κατὰ τὴν τοῦ ̔Ησαΐου προφη τείαν. ̓Αλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος μνημονεύει, διὰ τὰ πολλὰ θυσιαστήρια τὰ καθ' ο λης τῆς γῆς διὰ Χρισ τοῦ ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνεστῶτα. ∆ιὸ καὶ ἐν πγʹ ψαλμῷ, ὑπὲρ τῶν ληνῶν ἐπι γεγραμμένῳ καὶ αὐτῷ, πολλὰ θυσιαστήρια καὶ πλεῖστα σκηνώματα καὶ αὐλαὶ πολλαὶ θεσπίζονται· δι' ω ν ἀντικρὺς τὰ καθ' ο λης τῆς γῆς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ἱδρυ μένα θυσιαστήρια δηλοῦται· ο θεν καὶ αὐτὸς ὑπὲρ τῶν ληνῶν τὴν προγραφὴν περιέχει. ̓Ωρ. Καὶ ὁ ὀγδοηκοστὸς ἐπιγέγραπται εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ ̓Ασὰφ, ου ἡ ἀρχή· ̓Αγαλλιᾶσθε τῷ βοηθῷ ἡμῶν. Καὶ ἐν τῷ πγʹ ψαλμῷ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.