Unit 5 rem early
Rem early: Unit 5; lemma and Origen’s theoria.
Greek
ο τε οὐ παρέργως τύπτεται· ̓Επε στήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Ου τω δ' α ν λέγοι καὶ τῷ Κυρίῳ πέμψαντι βέλη, δι' ω ν τινων πέμπει τὰ λογικὰ, ο τι ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Τῆς γὰρ χειρὸς Κυ ρίου ἐπικειμένης τῷ ἀφιέντι τὰ λογικὰ βέλη, τιτρώσκει τε καὶ ἐμπήγνυται βέλη εἰς τὴν ψυχὴν τοῦ ἀκούοντος. ∆ηλοῖ δέ ποτε καὶ τὰς κολάσεις τὰ βέλη, καί ποτε δὲ καὶ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου φησὶ, τὰ πρὸς ἐπιθυμίαν κινήσαντα αὐτὸν τῆς τοῦ Οὐρίου γυναικὸς, ὡς ἐπαχθέντα κατὰ τοῦ Θεοῦ συγχώρησιν. Καὶ οἱ Θεοῦ λόγοι, οἱ περὶ τῆς μελλούσης κρίσεως, βελῶν ὀξύτε ροί εἰσιν, τὴν συνείδησιν πλήττοντες· ὑφ' ω ν νυττόμενος ὁ προφήτης, ἀξιοῖ τὴν μέλλου σαν ἐκφεύγειν δίκην, δεδοικέναι εἰπὼν, διὰ τῶν λόγων καὶ τῶν πυκνῶν συμφορῶν, α ς ἐκάλεσε χεῖρας. 37.4 Οὐκ ε στιν ι ασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. ∆ιὰ τοῦτο μὴ αὐτῆς τῆς ὀργῆς σου ἐάσῃς με πεῖραν λαβεῖν, ἐπειδήπερ μόνον φανταζό μενος αὐτὴν, καὶ νυνὶ ὁρῶν τὸ πρόσωπον, ἐκ τῶν σῶν θείων λόγων καὶ γραφῶν, πάσχω τὸ σῶμα, καὶ ταράσσομαι τὴν σάρκα καὶ τὰ ὀστᾶ, καὶ παρακαλῶ μὴ ἀπ' αὐτῆς τῆς ὀργῆς παθεῖν. Ορα γὰρ, εἰ μὴ ταῦτα σαφῶς λέγε ται, ἐδύνατο εἰπεῖν ἀπὸ τῆς ὀργῆς σου, καὶ μὴ ἀπὸ προσώπου τῆς ὀργῆς. ̓Αλλ' οὐκ ε λε γεν· ̓Απὸ τῆς ὀργῆς σου παιδεύσῃς με, ἐπεὶ ο περ α ν ἐποίησεν αὐτὴ ἡ ὀργή σου ἐλθοῦσα ἐπ' ἐμὲ παιδεύουσα, τοῦτο ἐλπίζω ποιεῖν μόνην τὴν φαντασίαν τοῦ προσώπου τῆς ὀρ γῆς. Καὶ εἰς πρόσωπον γὰρ ὀργῆς ἡ περὶ αὐτῆς φαντασία, η τις ε δρασεν α περ α ν, εἰ παρῆν, ἡ ὀργή. Η ἀπὸ προσώπου ὀργῆς, η τοι τῶν παριστάσεων οὐκ ἀπὸ ὀργῆς ὁ λό γος, ἀλλ' ἀπὸ προσώπου αὐτῆς ἐρχόμενος. – Τό· οὐκ ε στιν ι ασις τῇ σαρκί μου, τοιαῦτά φησιν ὁ ἀπόστολος ἐπὶ τοῦ ἡμαρτηκότος ἐν Κορίνθῳ παραδοῦναι τὸν τοιοῦτον τῷ Σα τανᾷ εἰς ο λεθρον τῆς σαρκὸς, ι να τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ὡς οὐ δυναμέ νου τοῦ πνεύματος σωθῆναι, ἐὰν μὴ παρα δοθῇ ἡ σὰρξ εἰς ο λεθρον. Τίς ου ν ὁ ο λεθρος τῆς σαρκὸς ἀκούει η τὸ ὀλεθρευόμενον ἀ ποθνήσκειν; ζῇ δὲ ἡ σὰρξ τοῦ ἁμαρτωλοῦ, ἀπέθανεν ἡ σὰρξ τοῦ δικαίου· διὸ ὁ δίκαιος λέγει· Πάντοτε τὴν νέκρωσιν τοῦ ̓Ιησοῦ ἐν τῷ σώματι περιφέροντες. Τὸ ου ν παραδίδοσ θαι εἰς ο λεθρον τὴν σάρκα, τοιοῦτόν ἐστιν· ἀποθνήσκει τὸ φρόνημα τῆς σαρκὸς, τὸ πνεῦ μα σώζεται. Εἰ νενόηται τὸ ἀποστολικὸν, ἐλθὲ ἐπὶ τὸ προκείμενον· εἰ ε ρχεται ὁ ο λε θρος, ι να τὸ πνεῦμα σωθῇ, ἡ σὰρξ ἀσθενεῖ· καὶ ο σον ἀσθενεῖ καὶ ὁδεύει ἡ ἀσθένεια ἐπὶ τὸν θάνατον τῆς σαρκὸς, οὐκ ε στιν ι ασις ἐν τῇ σαρκί. Εἰ μέντοιγε νοσεῖ μὲν ἡ σὰρξ, καὶ ἐπανέρχεται ἐπὶ τὴν ὑγίειαν η τὴν κακίαν, γίνεται τὸ ο τι ε στιν ι ασις ἐν τῇ σαρκί μου, ο περ οὐκ ε στιν ἀγαθόν. Ου τος ου ν ει περ πα ραιτεῖται τὸν τῷ θυμῷ τοῦ Θεοῦ ἐσόμενον ε λεγχον, καὶ τὴν τῇ ὀργῇ αὐτοῦ ἐρχομένην παίδευσιν, καὶ παραιτεῖται εὐλόγως, λέγων τὸ ο τι τὰ βέλη σου ἐνεπάγησάν μοι. Οὐκ ε στιν ι ασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, δηλονότι αι τιον η ν αὐτῷ τοῦ μὴ παθεῖν ἀπὸ ὀργῆς καὶ θυμοῦ Θεοῦ, καὶ τοῦ μὴ ει ναι ι ασιν ἐν τῇ σαρκὶ αὐτοῦ. –Οὐκ ε στιν εἰρήνη τοῖς ὀστέοις μου, ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. ̓Αντὶ τοῦ ἀπὸ τοῦ προ σώπου τῶν ἁμαρτιῶν μου, Σύμμαχος ε φη· ∆ιὰ τὰς ἁμαρτίας μου. –Λεγέτω ὁ ἡμαρ τηκὼς, καὶ μετὰ ταῦτα βλέπων αὑτοῦ τὴν ἁμαρτίαν διαπαντὸς, ὡς καὶ ὁ ∆αυὶδ λέγει ἐν τῷ νʹ ψαλμῷ· Καὶ ἡ ἁμαρτία μου ἐναν τίον μού ἐστι διαπαντός. Τοῦτο δὲ γίγνεται ἐπάν τις ἁμαρτήσας δάκνηται ἐπὶ τῇ ἁμαρ τίᾳ· ὁ τοιοῦτος φαίη α ν καὶ τό· Οὐκ ε στιν εἰρήνη τοῖς ὀστέοις μου. Σαλεύεται γὰρ καὶ τετάρακταί μοι τὰ ὀστᾶ ἀπὸ προσώπου μου. Εστιν δὲ πρόσωπον ἁμαρτιῶν ἡ ἐπιφάνεια τῶν ἁμαρτιῶν· οι ον ἐὰν ἐκνοηθῶ οι α κακὰ πεποίηκα, καὶ ἐν οι ς γέγονα παραπτώμασιν, καὶ βαροῦμαι θλιβόμενος ἀπὸ τοῦ ταῦτα ἐν νοεῖν· Οὐκ ε στιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῆς ἁμαρτίας μου. 37.5 Οτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθη σαν ἐπ' ἐμέ. Οἱ γὰρ μὴ βαρυνόμενοι ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις, μηδ' ἀλγοῦντες, οὐ λέγουσιν τὰ προκείμενα. Πάλιν οἱ μὴ αἰσθανόμενοι τῆς ἁμαρτίας ο τι ἀναβέβηκεν ὑπεράνω τῆς κε φαλῆς αὐτῶν, ἀλλ' ἀναισθητοῦντες ἐπικει μένης αὐτῆς, οὐ λέγουσιν, ο τι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορ τίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Εἰ δέ τις νομίζει πάντα τὸν ἁμαρτωλὸν δύνασθαι λέ γειν, κατανοησάτω τίνες ἡδόμενοι ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν· οὐ γὰρ ἐβαρύνθη τὰ ἁμαρτήματα αὐτῶν ἐπ' αὐτοὺς, α τε ἡδέως βαστάζοντας· ἀλλ' ἀνθρώπου ἀλγοῦντός
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.