Fragmenta in Psalmos (Greek) · §u07-open

Fragmenta in Psalmos (Greek) Unit 7 opening

Unit 7.

Lemma-led open — καὶ τὴν φιλοξενίαν. Πλὴν οὐ πᾶς ὁ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος, ψεκτῶς τοῦτο ὑφίσταται· ἀλλ

Greek

καὶ τὴν φιλοξενίαν. Πλὴν οὐ πᾶς ὁ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος, ψεκτῶς τοῦτο ὑφίσταται· ἀλλ' ει τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι, ὡς ὁ ἀπὸ τῆς Σιὼν, τουτέστι τῆς ἀρετῆς πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρεφό μενος. 43.16 Ολην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστι, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με. Μακρὰ, φησὶν, καὶ διηνεκὴς ἡ καθ' ἡμᾶς γέγονε αἰσχυνή. 44.2 ̓Εξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ε ργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυ γράφου. ̓Ωριγένους, περὶ τῆς ἁγίας Τριάδος. – Ον ει ρηκεν Λόγον, τοῦτον καὶ γλῶσσαν· κάλαμος γὰρ ὠνόμασται, διὰ τὸ λέγειν τι, καὶ εὐθέως γίνεσθαι, ὡς τό· Θέλω, καθα ρίσθητι, καὶ εὐθέως ἐκαθαρίσθη. Καί· Σοὶ λέγω, ἐγέρθητι, καὶ ἀνέστη. Οὐ μὴν ἀλλὰ καὶ τό· Λόγον συντετμημένον ποιήσει Κύ ριος ἐν τῇ οἰκουμένῃ. 44.3 ̓Εξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο ε χρισέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Γλυκύφωνος γὰρ ὁ Κύριος ἡμῶν, λέγων· ̓Εγὼ η λθον, ι να ζωὴν ε χωσι, καὶ περισσὸν ε χωσι. Καί· ̓Εγώ εἰμι ὁ α ρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τῷ κόσ μῳ. Μωσῆς γὰρ, καὶ ει τις α λλος δίκαιος, ευ ρεν χάριν ἐνώπιον τοῦ Θεοῦ· ἐπὶ δὲ τὸν Υἱὸν ἡ πατρικὴ πᾶσα χάρις ἐκενώθῃ. Ην γὰρ ὁ Πατὴρ λαλῶν ἐν τῷ Υἱῷ. Οθεν καὶ ἡ διακονισαμένη τῇ ἐν ἀνθρώποις αὐτοῦ παρόδῳ λέλεκται κεχαριτωμένη. ̓Εν αὐτῷ γὰρ ηὐδόκησεν πᾶν τὸ πλήρωμα, καὶ τὰ ἑξῆς. – Η πᾶσα δύναμις τῶν οὐρανῶν τῇ τῶν γεγονότων κέχρισται θεωρίᾳ. ̔Ο δὲ Χρισ τὸς παρὰ πάντας κέχρισται καὶ μετόχους αὐτοῦ, δηλονότι τῇ τῆς μονάδος κέχρισται γνώσει. ∆ιὸ καὶ μόνος λέγεται ἐν δεξιᾷ κα θέζεσθαι τοῦ Πατρὸς Χριστός. Χριστὸν δέ φημι, τὸν μετὰ Θεοῦ Λόγον, ἐπιδημήσαντα Κύριον. 44.9,10 Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βαρέων ἐλεφαν τίνων. –Ηυ φρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβε βλημένη, πεποικιλμένη. ̔Ιμάτια Χριστοῦ νοητέον τοὺς, οι ον εἰπεῖν, ἐν Χριστῷ καὶ περὶ αὐτὸν διὰ πίστεως καὶ ἁγιασμοῦ καὶ οἰκειότητος πνευματικῆς. Βά ρεις μὲν ἐλεφαντίνας τὰς ἐκκλησίας ἐν τού τῳ φησίν. ̔Η βᾶρις γὰρ καλεῖται πύργος α πας πεπυργωμένος· καί φαμεν τὰ ἐν κλεινῇ δυνάμει καὶ χάριτι τεθεμελιωμένα· τεθεμε λίωνται γὰρ ἐπὶ τὴν Πέτραν· [ἐλεφαντίνας], ἀντὶ τοῦ λαμπρὰς ει ναι καὶ τιμίας. Αυ ται δὲ ὡς ἐξ ἐλέφαντος βάρεις καὶ βασίλειαί εἰσιν θυγατέρες· υἱοὶ γὰρ ο ντες τῆς βασιλείας οἱ μαθηταὶ, εἰκότως α ν καὶ βασιλεῖς ὀνομά ζοιντο. ̓Εγέννησε δὲ τὰς ἐκκλησίας, λέγον τος καὶ Παύλου· ∆ιὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ταῖς ου ν νοηταῖς εὐοσμίαις αἱ τῶν βασιλέων ηυ φρανάν σε θυγατέρες, τουτέστιν ἐν τῷ καιρῷ, καθ' ο ν ε δει τιμηθῆναί σε παρ' αὐτῶν. Οτε γὰρ κέκληνται, τότε καὶ τε τιμήκασιν. ̓Απὸ τούτων δὲ τῶν ἀρωμάτων καὶ τὸ νομικὸν συνεχεῖτο ε λαιον, ἀφ' ου ἱερεῖς ἐχρίοντο, καὶ ἡ σκηνὴ καὶ σκεύη λει τουργικά. –Οἱ α γιοι μαθηταὶ ......... τοῦ Θεοῦ. Καὶ α λλως δὲ ἡ σμύρνα τῆς τα φῆς ἐστι σύμβολον, ὡς ὁ εὐαγγελιστὴς ἐδί δαξε, εἰπὼν ὑπὸ ̓Ιωσὴφ τοῦ ̓Αριμαθαίου ἐντεταφίασθαι τὸν ̓Ιησοῦν μετὰ τῆς σμύρ νης καὶ ἀλόης. – ̔Η δὲ στακτὴ καὶ αὐτῆς σμύρνης ἐστὶ τὸ λεπτότερον· ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ο σον μὲν αὐτόῤῥυτον εἰς τὴν στακτὴν ἀπομερίζεται· τὸ δὲ παχύτε ρον ἀπομένον, σμύρνα προσαγορεύεται. Ων τὸ μὲν πάθος δηλοῖ, τὸ δὲ τὴν εἰς ᾳ δου κατάβασιν, ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ κάτω καταφέρεται. Κατῆλθε γὰρ, ι να πλη ρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. – ̔Η δὲ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ἐν ξυλώδει κάρφει περιτεινόμενος. Παρῃνίξατο διὰ τὴν τῆς σαρκὸς περὶ τοῦ ξύλου οἰκο νομίαν. ̓Εκ δὲ ταύτης τῆς αἰτίας καὶ εὐ γενεῖς καὶ βασιλικαὶ ψυχαὶ, διὰ τὴν εἰς ἡμᾶς συγκατάβασιν εὐγνώμονες ου σαι, τὸν Χριστὸν ηυ φρανον πλουσίως, προσέτι

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.