Unit 7 rem early
Rem early: Unit 7; lemma and Origen’s theoria.
Greek
τοῖς ἱματίοις τοῦ Χριστοῦ ἀπὸ πλουσίων οἰκοδο μημάτων φερόμεναι. Βάρεις γὰρ οἱ μέγιστοι τῶν οι κων λέγονται καὶ τούτων ἐλεφαντί νων, διὰ τὸ πλουσίαν ει ναι τὴν τοῦ Χριστοῦ περὶ τὸν κόσμον ἀγάπην. ̔Η δὲ βασίλισσα, ἡ μήτηρ τῶν θυγατέρων, παρέστη ἐκ δεξιῶν, ἡ καθολικὴ ἐκκλησία. Κυριώτερον δὲ ει ποις ἐπουράνιον, η τις ἐστι μήτηρ τῶν ἐπὶ γῆς ἁγίων, Παύλου λέγον τος· ̔Η α νω ̔Ιερουσαλὴμ ἐλευθέρα ἐστὶν, η τις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ' αὐτὴν πόλιν Θεοῦ ζῶντος καὶ τὰ ἑξῆς. Αυ τη μὲν ου ν ἡ τελεία Χριστοῦ νύμφη, η ς οὐκ α ν ἁμάρτοις, θυγατέραν λέγων τὴν ἐπὶ γῆς ἐκκλησίαν. Βασίλισσα δὲ ἐκείνη, ὡς συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ, καὶ τὸ βασιλικὸν καὶ φωτοειδὲς τῆς ἀφθαρσίας ε νδυμα φέρουσα. –∆εξιὰν δὲ χώραν τοῦ Χριστοῦ λαμβάνει, διακρίνοντος ἀπὸ τῶν φαυλῶν καὶ τῶν ἀγα θῶν, ὡς ὁ ποιμὴν ἀπὸ τῶν ἐρίφων τοῦ προ βάτου. Παρίσταται ου ν ἐν ἱματισμοῖς δια χρύσοις, ἐν δόγμασι νοεροῖς καθυφασμένη, καὶ περιπεποικιλμένη ταῖς διαφοραῖς τῶν ἀρετῶν. – Τὸ δὲ βεβλημένη, πεποικιλ μένη ου τε ἐν τῷ ἑβραϊκῷ, ου τε παρὰ τῶν α λλων φέρεται. 44.11-14 Ακουσον, Θυγάτερ, καὶ ι δε, καὶ κλῖνον τὸ ου ς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οι κου τοῦ πατρός σου· ο τι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ο τι αὐτός ἐστιν ὁ Κύριός σου. Καὶ προσκυνή σουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς. Πᾶσα ἡ δόξα αὐτῆς θυ γατρὸς βασιλέως ̓Εσεβὼν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. ̔Ο μὲν ̓Ακύλας προσεκύνησεν ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος προσκυνήσεις, καὶ μὴ προ τροπῇ τῆς πρὸς αὐτὴν προσκυνήσεως. – Μυσταγωγοῦσι τὴν βασιλίδα, ὡς α ν ει η τῷ νυμφίῳ κεχρισμένη. Εστι δὲ τὸ ἀκοῦσαι πρῶτον, ει τα δὲ γνῶναι. Θυγατέρα δὲ κα λοῦσιν τὴν ἐκκλησίαν, α τε δὴ αὐτὴν προ κοσμιθεῖσαν τῷ οὐρανίῳ νυμφίῳ. Θεοῦ γὰρ γεγόνασιν συνεργοὶ Θεοῦ διάκονοι, καταλ λάσσοντες αὐτῷ διὰ τῆς πίστεως τὴν ὑπ' οὐ ρανῶν, τὴν ἐξ ἐθνῶν, φησὶν, ἐκκλησίαν· οὐ γὰρ ἀνῃρήθη ἡ ἐξ ̓Ισραήλ. ̔Ημεῖς ου ν η μεν ποτὲ ἀνόητοι, καὶ τέκνα ὀργῆς, καὶ η σαν ἡμῖν οἱ εἰδωλολάτραι λαός. Ου τω ποτὲ καὶ τῷ ̓Αβραὰμ ἐλέγετο· Εξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας, καὶ ἐκ τοῦ οι κου τοῦ πατρός σου. Μέχρι νῦν οἱ προσιόντες τῷ θείῳ φωτίσματι, πρὸς δυσμὰς τραφέντες· ̓Αποτασσόμεθά σοι, φασὶν, Σατανᾶ! Τίς δὲ τούτου μισθός; Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· οὐ τὸ φυσικὸν αὐτῆς λέ γει, ἀλλὰ τὸ κατ' εἰκόνα καθάρσεως, μόνον δεόμενον δειχθῆναι. Οὐκ α ν γάρ τις καθα ρῶς τῇ διὰ Χριστοῦ προσέρχεται πίστει, μὴ παντελῆ λήθην τῶν προτέρων κακῶν ποιησάμενος. Λαὸς δὲ τῆς ἐκκλησίας πάλαι οἱ εἰδωλολάτραι· οι κος δὲ πατρὸς, οἱ σοφοὶ τοῦ αἰῶνος, ἐν οι ς κατῴκει ω σπερ ε νοικος ὁ Σατανᾶς. –Μητρόπολις Χαναναίων ἡ Τύρος, προκειμένων α γαν εἰδώλοις. Προ τρεπόμενος ου ν εἰς ὑπακοὴν τὴν ἐκκλησίαν ὁ λόγος, καὶ θυγάτηρ, φησὶ, Τύρου η ξει μετὰ δώρων, καὶ τὸ σὸν πρόσωπον δὲ πλου σίοι τοῦ λαοῦ λιτανεύσουσιν ἐν δώροις, οὐ γὰρ αὐτὴν προσκυνοῦσιν, ἀλλὰ τὴν κεφαλὴν αὐτῆς, ο ς ἐστιν ὁ Χριστὸς ο ν νῦν καταση μαίνει. Τοὺς Τυραίους δὲ ὠνόμασεν διὰ τὸ μάλιστα αὐτοὺς ἐχθροὺς ει ναι τοῦ εὐσεβοῦς πολιτεύματος. –Πᾶσα ἡ δόξα αὐτῆς θυ γατρὸς τοῦ βασιλέως ε σωθεν. Τοῦτό φησιν, εὐαγγελιζόμενος καὶ αὐτοὺς βασιλεῖς καὶ τοὺς ἐν ὑπεροχῇ ο ντας προσκυνήσειν τῇ ἐκκλησίᾳ, η τοι τὸν ἐν αὐτῇ Κύριον. Τὸ ε σωθεν Θεὸν ε σω σημαίνει. Νοητὸς γὰρ ὁ κόσμος τῆς ἐκκλησίας. Κροσσὸς καὶ τὰς πολυειδεῖς ἀρετὰς σημαίνει Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ε σωθεν ἐν κροσ σωτοῖς περιβεβλημένη, πεποικιλμένη, ει τουν πράξεσι, ει τε καὶ θεωρήμασι· καὶ εἰ ὑπόζυγόν ἐστί τι Χριστῷ, καὶ εἰ παρθένος ο λη Χριστοῦ, ἡ μὲν ἐν τῷ παντελῶς ἐνδεσ μεῖσθαι τῷ Λόγῳ, ἡ δὲ μηδ' ο λως γενέσθω τοῦ κόσμου· οὐ γάρ ἐστιν ὑπόζυγον μέρος, τοῦτο παντελὲς τῷ παρθένῳ. 45.2 ̔Ο Θεὸς ἡμῶν καταφυγὴ καὶ δύνα μις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Φεύγοντες τὴν πορνείαν, τῇ σωφροσύνῃ προσφεύγωμεν· καὶ μαχόμενοι αὐτῇ τῇ δικαιοσύνῃ μαχόμεθα. Πάλιν φεύγοντες τὴν ἀδικίαν, τῇ δικαιοσύνῃ προσφεύγωμεν· εἰ μὲν δὲ προσφεύγομεν αὐτῇ, καταφυγὴ ὀνο μάζεται. Εἰ δὲ μετ' αὐτῇ πολεμοῦμεν, δύνα μιν λέγει. 45.5 Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραί νουσι τὴν πόλιν τοῦ Θεοῦ. Χαρίσματα τοῦ ἁγίου Πνεύματος· Ποτα μοὶ γὰρ, φησὶν, ἐκ τῆς καρδίας αὐτοῦ ῥέουσιν υ δατος ζῶντος. Ελεγε δὲ περὶ τοῦ Πνεύ ματος. 45.8 Κύριος τῶν δυνάμεων μεθ'
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.