Unit 7 rem close
Rem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek
καὶ τοὺς α λλους ευ γεγονότας, τοὺς ἐλευθερίως τραφέντας, ου ς υἱοὺς ἀνθρώπων ει πεν. – ̔Ο δὲ ̓Ακύλας τὴν οἰκουμένην κατάδυσιν ἐξέδωκε, τὰς οἰκήσεις ου τως εἰ πών· ἀντὶ δὲ τοῦ γηγενεῖς καὶ υἱοὶ τῶν ἀν θρώπων, ὁ Σύμμαχος ει πεν· η τε ἀνθρω πότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρὸς, ι ν' ῃ τὸ μὲν καθολικὸν, τὸ δὲ μερικόν. – ̓Ακοὴν δὲ τὴν συνετῶς δεχομένην οὐ τὴν κοινὴν, πρὸς τὰ α λογα, κατὰ τό· ̔Ο ε χων ω τα ἀκούειν, ἀκουέτω. 48.4 Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κατὰ γὰρ τὸν ἀπόστολον· Καρδία πισ τεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολο γεῖται εἰς σωτηρίαν. ∆εῖ γὰρ προαποκεῖσθαι τὸ ἀγαθὸν ἐν τῷ θησαυρῷ, ει τα προφέρεσ θαι διὰ στόματος, ι να μὴ λεχθῇ· Σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέ λεια ἐν ἀμφοτέροις; χρὴ γὰρ διὰ μὲν τῶν α λλων ὠφέλειαν λαλεῖν· δι' ἡμᾶς δὲ αὐ τοὺς μελετᾶν τῇ καρδίᾳ. 48.5 Κλινῶ εἰς παραβολὴν τὸ ου ς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύνα σθαι λέγεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος πα ραβολικῶς τοῖς ο χλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ' οι κον τούτων τὰς ἑρμηνείας προσέφερε. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ε λεγε· Τὸ στόμα μου λαλήσει σοφίαν. Τοῦτον γὰρ θεολογοῦντες πᾶσιν ἀν θρώποις ἐκήρυττον, ἠκονημένοι δὲ τὸν νοῦν ὡς συνιέναι πάσας τοῦ Χριστοῦ τὰς παρα βολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. ∆ιὸ μετὰ ταύτας ὁ μὲν σωτὴρ ε λεγε· Συνήσατε ταῦτα πάντα; οἱ δὲ λέγουσιν αὐτῷ· Ναί. ̔Η καρδία τοίνυν αὐτῶν ἐμελέτα συνήσεις, α ς ῃ νοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις διὰ τοῦ σωματικοῦ ὀργάνου, τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τού των θείων υ μνων ἀνάκρουσιν, ἑκάστου μέ ρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου. 48.6 Ινα τί φοβοῦμαι ἐν ἡμέρᾳ φοβηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. ̓Αλλ' ἐκεῖ μὴ τοιοῦτοι η σαν οἱ α γιοι ἀ πόστολοι, η γουν ὁ προφήτης ταῦτα λέγων ω στε λεχθῆναι περὶ αὐτῶν· ἁμαρτίαν οὐκ ἐποίησαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτῶν· εἰκὸς αὐτοὺς ἡμαρτηκέναι τὰ τελευ ταῖα καὶ τὰ ε σχατα καὶ τὰ βραχύτατα, α περ ει ρηται· ̔Η ἀνομία πτέρνης αὐτῶν κυ κλώσει αὐτούς. – Η ὡς Σύμμαχος ἀνο μίαν ἰχνέων αὐτοῦ ἐξέδωκεν. Οἱονεὶ γὰρ ι χνη ἀδρανῆ καὶ ἀμαυρὰ ἀνομίας η ν αὐτοῖς μόνα. ∆ιόπερ φησιν· Ινα τί φοβοῦμαι ἐν ἡμέ ρᾳ φοβερᾷ τῆς τοῦ Θεοῦ κρίσεως; –Εἰ δὲ ἐν προσώπῳ τοῦ Κυρίου, τὸ λέγον πτέρναν αὐ τοῦ, ευ ρεις τὸν ε σχατον τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα ̓Ιούδαν. Σῶμα γὰρ Χριστοῦ οἱ ἀπόστολοι. Οὐ φοβοῦμεν ου ν τὴν ἀνομίαν τῆς πτέρνης, τουτέστιν τὴν προδοσίαν τοῦ ̓Ιούδα, ἐν τῷ καιρῷ τοῦ σταυροῦ. 48.17,18 Μὴ φοβοῦ, ο ταν πλουτήσῃ α νθρωπος ..., καὶ ο ταν πληθυνθῇ ἡ δόξα τοῦ οι κου αὐτοῦ, ο τι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐ τὸν, λήψεται τὰ πάντα. Οὐδὲν γὰρ, φησὶν ὁ Παῦλος, εἰσενέγκα μεν εἰς κόσμον, δηλονότι οὐδὲ ἐξενέγκαι τι δυνάμεθα. Καὶ ὁ μὲν Παῦλος καὶ οἱ κατ' αὐτοῦ ου τως· οἱ δὲ ἁμαρτωλοὶ οὐχὶ οὐδὲν, ἀλλ' οὐ πάντα· τὰ μὲν γὰρ χρήματα ἐν ταῦθα καταλιμπάνουσι· τὰς δὲ ἐξ αὐτῶν ἁμαρτίας προσγενομένας μεθ' ἑαυτῶν ἐκ φέρουσιν. 49.3 ̔Ο Θεὸς ἐμφανῶς η ξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται πῦρ ἐναντίον αὐτοῦ, καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Εἰ ὁ Θεὸς ἡμῶν ἐμφανῶς η ξει, ὁ δέ ἐστι Χριστὸς, ἀλλ' ὁ Χριστὸς ἐλήλυθεν ἐν σαρκὶ, τὸ ἐμφανῶς α ρα νῦν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ η ν ἡ σὰρξ τοῦ Χριστοῦ, ι να τοῖς ἀξίοις διὰ τὴν εὐσέβειαν ἑαυτὸν παραδῷ σφόδρα. Πάντα καὶ ὁ μακάριος ἐθεάσατο ∆ανιήλ· Ποταμὸς γὰρ προσεῖλκε ε μπροσθεν αὐτοῦ, καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, καὶ τρο χὸς αὐτοῦ πῦρ φλέγον. Πῦρ δὲ η λθε βάλλειν ἐπὶ τὴν γῆν. Πῦρ δὲ ἐνταῦθα διδασκαλίαν τοῦ Θεοῦ Λόγου σημαίνει· ο περ πῦρ καίει μὲν τὰς μοχθηρὰς ε ξεις, δοκιμάζει δὲ τοὺς καθαρούς· διὰ γὰρ τοῦτο κύκλῳ αὐτοῦ κα ταιγὶς σφόδρα. Οσοι γὰρ θέλουσιν ζῇν εὐ σεβῶς ἐν Χριστῷ, διωχθήσονται. ̓Αλλὰ καί· Θλῖψιν, φησὶν, ε ξετε ἐν τῷ κόσμῳ. 49.4 Προσκαλέσεται τὸν οὐρανὸν α νω καὶ τὴν γῆν, διακρῖναι τὸν λαὸν αὐτοῦ. Ζώντων γὰρ καὶ νεκρῶν ἐστι κριτὴς, διότι πᾶσαν τὴν κρίσιν ε δωκεν ὁ Πατὴρ τῷ Υἱῷ. 49.14 Θῦσον τῷ Θεῷ κτλ. 49.15 Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλί ψεως, καὶ ἐξελοῦμαί σε. ̔Ο αὐτός ἐστι Θεός τε καὶ υ ψιστος καὶ ῥυόμενος ἀπὸ θλίψεως. Αἰνέσεως δὲ λέγει θυσίαν τοῖς δικαίοις πρέπον
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.