Fragmenta in Psalmos (Greek) · §u07-rem-mid

Unit 7 rem mid

Rem mid: Unit 7; lemma continues; spiritual reading with the letter.

Greek

ἡμῶν. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς ἀποστόλοις ὑπέσχετο· ̓Ιδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμί. Καί· Οπου δύο η τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ο νομα, ἐγώ εἰμι μέσῳ σὺν αὐτοῖς. Πάλιν Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ' ἡμῶν, ὡς οὐδὲν πέσωμεν παρ' αὐτοῦ. Εἰ γὰρ Θεὸς ὑφ' ἡμῶν, τίς καθ' ἡμῶν; αὐτὸς πολεμήσει ὑφ' ἡμῶν, ἡμεῖς δὲ ἡσυχάσομεν. 46.5 ̓Εξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν ̓Ιακὼβ, η ν ἠγάπησεν. Ην ἠγάπησεν καλλονὴν ̓Ιακὼβ, ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ. 46.7,8 Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. Ψάλατε τῷ βασιλεῖ ἡμῶν .... ψάλατε συ νετῶς. ̔Ο μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τὸ τηνικαῦτα ἐξομολογούμενος εὐλογεῖ τὸν Θεὸν, ὁπηνίκα α ν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ πρόκειται. 47.3 Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς· ο ρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. ̔Ο Χριστὸς, εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς. ̔Ρίζα δὲ αὐτοῦ ὁ Θεὸς Λόγος, ὁ ἐν αὐτῷ. –Πρότερον μὲν η ν ὁ Παῦλος πλευρὰ τοῦ βοῤῥᾶ, ἀφ' ου ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νυνὶ δὲ γέγονεν ο ρος Σιὼν, ε χον ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν, καὶ ἀποστρέψαντα ἀπὸ ἀσεβείας, ἀπὸ ̓Ιακώβ. – ̔Η μὲν ̔Ιερουσαλὴμ ἐν τῷ νότῳ κεῖται, τὰ δὲ ε θνη ἐν τῷ βοῤῥᾷ· ἐπειδὴ καὶ μέγα ἐφρόνουν οἱ ̓Ιου δαῖοι, ὡς μόνοι τὴν Σιὼν οἰκοῦντες, δείκνυ σιν ὁ λόγος ὡς τὰ ο ρη ταύτης ἐστιν ἑδραίω μα τῆς Σιών· τὸ κλῆμά ἐστι τοῦ βοῤῥᾶ, ο περ κλῆμα διὰ τῶν πλευρῶν δηλοῦται· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κλῆμα τοῦ βοῤῥᾶ, τὴν πλευρὰν ει ρηκεν· δείκνυσι, τουτέστιν Σιών ἐστι τὰ ε θνη, τὰ παραδεξόμενα τὸ εὐαγγέ λιον. 47.8 ̓Εν πνεύματι βιαίῳ συντρίψεις πλοῖα 47.8 Θάρσις. Πλοίοις Θάρσις, οἱονεὶ πολυστήμοις, πο λυφόρους τοὺς βασιλεῖς παρεικάζει· πλοῖς δὲ συντρίβει βιαίῳ πνεύματι δι' ου συνέτρι ψεν νοητάς τινας δυνάμεις, δι' ου τοὺς ἐχ θροὺς ἀποτρέπει. 48.1 Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ ψαλ μός. ∆ύναται δὲ καὶ εἰς τὴν ἑκάστου νίκην τῶν ἐν τῷ ἀγωνίζεσθαι νικώντων ἀναφέ ρεσθαι ἡ ἐπιγραφή. 48.2,3 ̓Ακούσατε αὐτὰ, πάντα τὰ ε θνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οι τε γηγενεῖς, καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τρεῖς γὰρ εἰσὶν αἱ συζυγίαι τῶν κεκλη μένων, ἐν αι ς α παν τὸ τῶν ἀνθρώπων πε ριέχεται γένος· ε θνη καὶ οἱ κατοικοῦντες τὴν οἰκουμένην, γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀν θρώπων, πλούσιοι καὶ πένητες. – ̔Η πρώ τη, ε θνη, ο σα εἰσὶν οἱ κατοικοῦντες τὴν οἰ κουμένην, οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν. Ει τα μετὰ τούτους, γηγενεῖς, οἱ φρο νοῦντες τὰ γήϊνα, καὶ τῶν θελημάτων τῆς σαρκὸς ἀντεχόμενοι. Ει τα οἱ υἱοὶ ἀνθρώπων, οἱ ἐπιμέλειάν τινα καὶ α σκησιν τοῦ λόγου ποιούμενοι· ι διον γὰρ τοῦ ἀνθρώπου τὸ λο γικόν· λοιπὸν, πλούσιοι καὶ πένητες· αὐτό θεν ε χουσι γνωριζομένην τὴν ἰδιότητα, οἱ μὲν ὑπερβαίνοντες τὴν κτῆσιν τῶν ἀναγ καίων, οἱ δ' ἐν ἐνδείᾳ τούτων καθεστηκότες. ̓Επειδὴ δὲ ὁ ἰατρὸς τῶν ψυχῶν οὐκ η λθε καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς με τάνοιαν, πρῶτον ε ταξεν ἐν τῇ κλήσει ἐν ἑκάστῃ συζυγίᾳ τὸ κατεγνωσμένον μέρος. Χείρονα γὰρ τὰ ε θνη τῶν κατοικούντων τὴν οἰκουμένην· ἀλλ' ο μως προτετίμηνται εἰς τὴν κλῆσιν, ι να οἱ κακῶς ε χοντες πρότερον μεταλάβωσιν τῆς ἐκ τοῦ ἰατροῦ ὠφελείας. Πάλιν, οἱ γηγενεῖς πρὸ τῶν υἱῶν τῶν ἀνθρώ πων, καὶ πλούσιοι πρὸ τῶν πενήτων· τὸ ἀπεγ νωσμένον τάγμα καὶ δύσκολον πρότερον κέκληται τῶν πτωχῶν πρὸς τὴν σωτηρίαν. Τοιαύτη γὰρ ἐκ τοῦ ἰατροῦ φιλανθρωπία τοῖς ἀσθενεστέροις μεταδίδωσιν τῆς ὠφε λείας. ̔Ομοῦ δὲ καὶ εἰρήνης ἐστὶ συναγωγὸς ἡ κοινωνία τῆς κλήσεως, ω στε τοὺς ε χοντας τέως ἐκ τῶν ἐπιτηδευμάτων πρὸς ἀλλήλους ὑπεναντίως, τούτους διὰ τῆς ἐκκλησίας προστεθῆναι ἀλλήλοις εἰς τὴν ἀγάπην, μη δενὸς τῶν προτέρων ἀποτρεπομένου καὶ φεύ γοντος, καὶ μάλιστα τῶν πλουσίων, ο περ ἀπεγνωσμένον τάγμα πρὸς σωτηρίαν καὶ δύσκολον. Μήτε ου ν ὁ πλούσιος τὸν πένητα ὑπερηφανείτω, μήτε ὁ πένης τὴν δυναστείαν τῶν εὐπορούντων ὑποπτησάτω· μήτε οἱ υἱοὶ τῶν ἀνθρώπων τοὺς γηγενεῖς ἐξουθενείτω σαν, μήτε οἱ γηγενεῖς τούτων πάλιν ἀπαλ λοτριούσθωσαν· καὶ τὰ ε θνη ἐθιζέσθω πρὸς τοὺς κατοικοῦντας τὴν οἰκουμένην, καὶ οἱ τὴν οἰκουμένην οἰκοῦντες τοὺς ξένους τῶν διαθηκῶν διὰ τῆς ἀγάπης προσλαμβανέσ θωσαν. – Η καὶ ου τως ἐδήλωσε τῶν ἐθνῶν τά τε α γρια καὶ ἐν ἐρήμοις σκηνοποιού μενα καὶ ε θνη καλεῖ· καὶ ο σα τὸν πολιτικὸν μετέρχεται βίον, τὰς γεωργουμένας οἰκοῦν τα χώρας· ου ς πάλιν διῇλεν εἰς ἐλευθέρους καὶ τὸ οἰκετικὸν, η γουν εἰς τοὺς ἀγροικο τέρους

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.