Fragmenta in Psalmos (Greek) Unit 8 opening
Unit 8.
Lemma-led open — τὸ ὑμνεῖν, εὐ χὰς δὲ τὰς ὑποσχέσεις· ου τω γὰρ καὶ ἀλ λαχοῦ· Καὶ εὐχάς μου τῷ Κυρίῳ ἀποδώσ
Greek
τὸ ὑμνεῖν, εὐ χὰς δὲ τὰς ὑποσχέσεις· ου τω γὰρ καὶ ἀλ λαχοῦ· Καὶ εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω. 49.16 Τῷ δὲ ἁμαρτωλῷ ει πεν ὁ Θεός· ι να τί σὺ διηγῇ τὰ δικαιώματά μου; Οὐ γὰρ ὡραῖος αι νος ἐν στόματι ἁμαρτω λοῦ. Εἰ γὰρ πάσας α μα παραβαίνει τὰς ἐντο λὰς, καὶ πᾶσαν ἐπιτηδεύει κακίαν, τί καὶ τὰς θείας ἐπὶ στόματος ἐκφέρει γραφὰς ὁ ἁμαρτωλός; διὰ στόματος ἀναλαμβάνει τὴν διαθήκην τοῦ Θεοῦ; μισεῖ γοῦν παιδείαν καὶ ἁμαρτάνει. Η ἐπεὶ ὁ λαὸς ου τος τοῖς χεί λεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ ἀπέχει ἀπ' ἐμοῦ. 50.6 Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Νικᾷ Θεὸς, πάντα τὰ συντελοῦντα ποιή σας πρὸς σωτηρίαν. 50.9 ̔Ραντιεῖς με ὑσσώπῳ καὶ καταρισ θήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευ κανθήσομαι. ̔Ο υ σσωπος σύμβολόν ἐστιν ἀπαθείας, καὶ ἡ πλύσις γνῶσιν σημαίνει. Καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώ σεως γλυκαινόμεθα. 50.10 ̓Ακουτιεῖς με ἀγαλλίασιν καὶ εὐ φροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινω μένα. ̓Ακουστὴν, φημὶ, γενέσθαι μοι παρασκευή σεις πάλιν, τὴν διὰ τοῦ ἁγίου Πνεύματος, ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν. Τίς δ' α ν ει η αὐτὴ, η ἐκείνη ἡ γνῶσις, ἡ περὶ τῆς ἀναστάσεως; η ν καὶ ἐδίδαξεν εἰ πών· ̓Αγαλλιάσονται ὀστᾶ τεταπεινωμένα ποτε, η κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ' ο ν τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατε λεῖ. – ̓Εγὼ μέντοι συγγνώμης οὐδεμίας α ξιον ἑαυτὸν νομίζων, μετὰ τοσαύτας δω ρεὰς γενόμενος, ὡς καὶ τοὺς α λλους διδάξαι τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν, καὶ τῶν ἁμαρτη μάτων τὴν α φεσιν, τὰ μεγαλοπρεπῆ τοῦ βαπτίσματος, δῶρα ταῦτα πάντα προδιδαχ θεὶς, ἱκετεύω μετασχεῖν ἐκείνης τῆς χάριτος. –̓Αγαλλίασίς ἐστι χαρὰ ἐπὶ καλοῖς. 50.13 Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώ που σοῦ, καὶ τὸ Πνεῦμα τὸ α γιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ευ χεται μὴ πόῤῥω στερεισθῆναι τῆς θεί ας κηδεμονίας (ταύτην γὰρ ἐνταῦθα ἐκά λεσε πρόσωπον), μηδὲ γυμνωθῆναι τῆς τοῦ παναγίου Πνεύματος χάριτος, ο καὶ αι τιον πάντως τοῦ λαβεῖν τὸ προφητικὸν πνεῦμα καὶ χάρισμα. 50.14 Καὶ πνεύματι ἡγεμονικῷ στήρι ξόν με. Πολλοὶ δὲ ἐνταῦθα πνεῦμα ἡγεμονικὸν ἐκάλεσαν τὸν αὐτοκράτορα λογισμόν. 50.20 Καὶ οἰκοδομηθήτω τὰ τείχη ̔Ιε ρουσαλήμ. Τὰ τείχη ̔Ιερουσαλὴμ τὴν ἀπάθειαν ση μαίνει τῆς ψυχῆς, η ντινα διαφθείραντες οἱ δαίμονες, τὰ τῆς μοιχείας πάθη εἰσένεγκαν· διὸ καὶ ευ χεται οἰκοδομηθῆναι ταῦτα τὰ τείχη. Καὶ ὁ Σολομὼν δέ φησιν· Οἱ δὲ ἀ γαπῶντες τὸν νόμον, παραβαλοῦσιν ἑαυτοῖς τείχη, τουτέστιν γένονται καθαροὶ καὶ ἀπα θεῖς. 51.3 Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀ νομίαν; Οὐκ ει πεν ο νομα μέσον, ἐμφαῖνον τὸ φαῦ λον· οὐ γὰρ ει πεν· Τί καυχᾷ; ἀλλά· Τί ἐγ καυχᾷ; οὐδέποτε γὰρ ἐπ' ἀγαθῷ λέγεται ἐγκαυχᾶσθαι ὁ σοφός. Μὴ καυχάσθω καὶ ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἀλλ' η ἐν τού τῳ καυχάσθω ὁ καυχώμενος συνιεῖν καὶ γι νώσκειν ο τι ἐγώ εἰμι Κύριος, ὁ ποιῶν ε λεος. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενος ἐν ταῖς θλίψεσιν· οὐκ ε νι δὲ ἐγκαυχᾶσθαι καλῶς, ἀλλ' ει τις ἁμαρτάνει, ἐγκαυχᾶται. ∆ύναται δὲ καὶ πρὸς τὸν Σαοὺλ ὁ λόγος εἰρῆσθαι. 51.4 Ολην τὴν ἡμέραν ἀδικίαν ἐλογίσα το ἡ γλῶσσά σου, ὡσεὶ ξυρὸν ἐξηκονημένον ἐποίησας δόλον. Τί ου ν φησιν; ἀλλὰ μήτε λανθάνῃ ἡμᾶς ἐν τῷ τόπῳ μυστήριον. Εστι τὸ ῥητὸν ου τως ε χον· ἐν στόματι μωρῶν ἡ καρδία αὑ τῶν. ̓Επιπόλαιός ἐστιν, οὐκ ε στιν ἐν τῷ βάθει, ἀλλ' ἐξεπήδησεν ἡ καρδία ἐπὶ τῶν χειλέων αὐτῶν. Καρδία δὲ σοφῶν οὐ στόμα αὐτῶν. ̓Επεὶ τοίνυν μωρός ἐστι καὶ ου τος διάβολος, ω ν ει τε ∆ωὴκ ει τε Σαοὺλ ἁμαρ τήσας, διὰ τοῦτό φησιν· ̓Αδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Καὶ ἀλλαχοῦ λέγεται περὶ τῶν α δικα λεγόντων· ̓Ηκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ο φεως. ̓Αλλ' ἐκεῖ μὲν, ι να πα ραστήσῃ πῶς ὀξεῖά ἐστιν ἡ διαβολή. 51.5 ̓Ηγάπησας κακίαν ὑπὲρ ἀγαθωσύ νην. Οὐ τοῦτο λέγει, ο τι ἀγαθωσύνην μὲν ἐμί σησας, κακίαν δὲ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.