Unit 8 rem early
Rem early: Unit 8; lemma and Origen’s theoria.
Greek
ἠγάπησας· ταύτας δὲ ου τως ἠγάπησας, ὡς κακίαν μᾶλλον ἠγάπησας ἀγαθωσύνης· τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς εὐαγγελίοις κείμενον, τό· ̓Ηγάπησαν οἱ α ν θρωποι τὸ σκότος μᾶλλον η τὸ φῶς. Οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει α ρτου. ̓Εν τῷ ἐγγίζειν ἐπ' ἐμοὶ κακοῦντες τὰς σάρκας μου. 52.6 Οτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀν θρωπαρέσκων, κατησχύνθησαν, ο τι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. ∆ιχοτομήσει τὸ μέρος τῶν ὑποκριτῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· ο ταν ἀπὸ Θεοῦ ῥι ψῶσιν οἱ ἁμαρτωλοὶ, τότε λαμβάνουσιν τὴν αἰσχύνην τὴν αἰωνίαν, ω σπερ οἱ ̓Ιουδαῖοι. Τότε ἐρεῖ γὰρ αὐτοῖς· Οὐκ οι δα ὑμᾶς. 53.3 ̔Ο Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεως ἡ γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, ὁ δὲ ∆αυὶδ ἐν τῷ ὀνόματι τοῦ Θεοῦ θέλει σωθῆναι, τὸ ο νομα τοῦ Θεοῦ ου ν τὴν γνῶσιν σημαίνει, τὴν τοῦ Θεοῦ. 53.7 ̓Εν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. ̔Ο Χριστός φησιν. ̓Εγώ εἰμι ἀλήθεια. 53.9 Οτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με. ̔Ως μὴ ἐκ πάσης θλίψεως ῥυομένου ἀπὸ τοῦ Θεοῦ, τεθεῖται τοῦτο ἐκ πάσης κτλ. 54.3,4 Πρόσχες μοι, καὶ εἰσάκουσόν μου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταρά χθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. ̓Αδολεσχία ἐνταῦθα σημαίνει τὴν εὐχὴν, ὡς καὶ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν, τῆς Αν νης λεγούσης· ̓Εκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ε ως νῦν· περὶ γὰρ τῆς προσευχῆς αὑτῆς τοῦτο λέγει. –Πάντα ο σα πράττο μεν παρὰ τὸν ὀρθὸν λόγον η τὸν νόμον, ἀ δολεσχία ἐστι, καὶ ο σα εἰκῆ λαλοῦμεν. Λέ γει ου ν ου τως, ω σπερ καταγνοὺς ἑαυτοῦ πρῶτον ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν εἰρήνην μὴ κατεσχηκέναι, ἀλλ' ἀπολέσαι τὴν γαλή νην τῆς ψυχῆς, ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Αγων πολύς μοί ἐστιν καὶ οὐκ οι δα τί ποιήσω. –Λογίσαι, φησὶ, τίς ου τος ὁ εὐχόμενος; ὁ Υἱὸς τοῦ Πα τρὸς, ὁ ὁμοούσιος βασιλεὺς, ἀλλὰ δούλου μορφὴν φέρων, ι να σώσω τὸ πλάσμα τὸ ἠλεώτερον, καὶ εἰσάκουσόν μου. Κοινῆς γὰρ δόξης τὸ σπουδαζόμενον ευ χεται. 54.4 Οτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ̓Εξομολογεῖται ἐνταῦθα, διδάσκων ἡμᾶς ἐξομολογεῖσθαι, ὡς τὸ πρόσωπον ἡμῶν ἀ ναλαβών. – Ανομοι ο ντες, ω στε ἁμαρτω λὸς καὶ ἐχθρὸς, ἐκκλίνουσιν ἐπ' ἐμὲ, ι να ἐμὲ α νομον ποιήσωσιν· ἁμαρτία γὰρ ἁμαρτίαν ἐρετίζει. ̓Επειδὴ κακῇ τετέχνηνται συμφω νίᾳ, διάλυσον αὐτῶν, δέσποτα, τὴν ὁμόνοιαν. 54.6 Φόβος καὶ τρόμος η λθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος. Τὴν α γνοιαν νῦν σκότος ὀνομάζει· οὐκ ε γνωσαν γὰρ, φησὶν, οὐδὲ συνῆκαν, ἐν σκό τει διαπορεύονται. 54.7 Καὶ ει πα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ ει πα· Τίς καταξιώσῃ με τῆς χάριτος τοῦ Πνεύματος; 54.14 Σὺ δὲ, α νθρωπε ἰσόψυχε! Σημειωτέον ο τι χαλεπωτέρους τῶν ἐχ θρῶν ἡγούμεθα τοὺς φίλους ἐπιβουλεύοντας. 54.18 ̔Εσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσε ται τῆς φωνῆς μου. 54.19 Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου, ἀπὸ τῶν ἐγγιζόντων μοι, ο τι ἐν πολλοῖς η σαν σὺν ἐμοί. 54.20 Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπει νώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεόν. 54.21 ̓Εξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀ ποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. ̓Εν μέσῳ τοῦ πρωῒ καὶ τῆς ἑσπέρας ἡ μεσημβρία· καὶ ὁ μὲν ̓Ιακὼβ ο ρθρῳ ἐπάλαιε μετὰ τοῦ ἀγγέλου· ̔Αβραὰμ δὲ ἐν τῇ με σημβρίᾳ ἑώρακε τοὺς ἀγγέλους· Λὼτ δὲ ἑσπέρας. Τὴν ἐν δὲ λέχει μου, φησὶν ὁ ∆α υὶδ, θεώμενος προσευχὴν, τὴν νύκτωρ καὶ τὴν ἡμέραν παρ' ἐμοῦ περιφερομένην, ἀ παλλάξομαι τῶν πολεμούντων, καὶ χαριεῖ ται εἰρήνη. –Τὸ δὲ ἐν πολλοῖς η σαν σὺν ἐμοὶ, ἀντὶ τοῦ πολλοστοὶ ἐγένοντο πρὸς ἐμέ. Τοῦτο δὲ οἱ γʹ ου τως ἡρμήνευσαν· ̓Εξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· οὐ γὰρ πολέμιον ὁ Σαοὺλ ἐδίωκεν, ἀλλ' εὐεργέτην καὶ συνήθη καὶ γνώριμον· οὐδὲ ἐχθρὸν ̓Ιούδας προδέδωκεν, ἀλλὰ Σω τῆρα καὶ τῶν ἀγαθῶν χορηγόν. Τὸ τοίνυν· ̓Εξέτεινε τὴν χεῖρα εἰς τοὺς εἰρηνεύοντας αὐτοῦ, τοῦτο δηλοῖ ο τι ε κτεινε τὰς χεῖρας, ω στε τὰς ἀντιδόσεις ἐκτίσεται· ἀγαθὸν μὲν ου ν οὐδὲν προσενήνοχε, πάντα δὲ πονηρίας μεστά· καὶ τοῦτο δηλοῖ τὰ ἐπαγόμενα· Λυτρώσεται ... διαθήκην αὐτοῦ. Τοῦτο εἰς τό· ̓Εξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι. Ταπεινωθήσονται, φησὶν, ἐπειδὴ μὴ ε χουσι τῆς ψυχῆς αὐτῶν ἀντάλ λαγμα· α παξ γὰρ ἀρνησάμενοι τὸ τίμιον αι μα Χριστοῦ, τὸ δεδομένον ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, οὐκέτι εὐποροῦσι λύ τρον. ∆εξάμενος δέ μου τὴν δέησιν, οι α Θεὸς, ἀσθενείᾳ περιβάλλει τοὺς ἐπιβουλεύοντας. Πάντα δι' αὐτοῦ ἐγένετο.
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.