Fragmenta in Psalmos (Greek) · §u08-rem-close

Unit 8 rem close

Rem CLOSEOUT: Unit 8 CLOSEOUT.

Greek

χάριν τῇ ὁμοιώσει τοῦ ο φεως παρεβλήθησαν. 57.9 ̔Ωσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθή σονται, ε πεσε πῦρ, καὶ οὐκ ει δον τὸν η λιον. Σαφηνίζει διὰ τούτου τοῦ ῥητοῦ τὴν ε ν νοιαν ε τερος τῶν ἑρμηνευτῶν, τὴν παρὰ λιμοῦ γενομένην ἀπὸ τῆς μήτρας ὀλίσθησιν τοῦ ἀμβλώματος ἑρμηνεύσας, τούτοις τοῖς ῥήμασιν· ε κτρωμα γυναικὸς οὐχ ὁραματι σθήσεται η λιον. 58.4 Οτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου. Θηρεύουσι τὴν ψυχὴν διὰ τῶν πονηρῶν λογισμῶν, ο ταν αὐτῇ καλὰ ὑποβάλλουσι τὰ μὴ ο ντα καλὰ, ω σπερ ο ταν δέλεαρ τῷ χαλ κῷ οἱ ἁλιεῖς περιβάλλουσι. 58.7 ̓Επιστρέψουσιν εἰς ἑσπέραν, καὶ λι μώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Λιμώξουσι μὲν, διὰ τὸ μὴ δέξασθαι αὐ τοὺς τὸν α ρτον τὸν ζωοποιόν· κύνας δὲ αὐ τοὺς διὰ τὸ ἀναιδὲς κατονομάζει τῆς ψυχῆς. Τὸ δέ· Κυκλώσουσι, ο τι ἐκπεσόντες τῆς πα τρίδος, νόμοις τε βασιλικοῖς εἱργόμενοι αὐ τῆς ε ξωθεν, κύκλῳ περιέρχονται, μόλις μα κρόθεν αὐτήν ποτε θεώμενοι. ̓Εναλλαγὴ γὰρ πραγμάτων ἐγίνετο· οἱ πάλαι υἱοὶ, διὰ τὴν οἰκείαν πονηρίαν, τῶν κυνῶν ε λαχον τάξιν, τὰ δὲ ε θνη τὰ πάλαι κυσὶν ἐοικότα τῆς τῶν υἱῶν ἠξιώθη τιμῆς. Τίνες δὲ ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύνες, καὶ κυκλώσουσι πόλιν, ἀλλ' η α ν οἱ α νδρες τῶν αἱμάτων καὶ οἱ ἐρ γαζόμενοι τὴν ἀνομίαν; διὰ τί δὲ εἰς ἑσ πέραν; ἐπειδὴ ἐπὶ συντελεία τοῦ αἰῶνος ε μελλε ταῦτα γίνεσθαι. – ̓Αντὶ δὲ τοῦ, λιμώ ξουσι ὡς κύνες, ὁ μὲν ̓Ακύλας· Καὶ ὀχλω σάτωσαν ὡς κύων, ὁ δὲ Σύμμαχος· Καὶ συνηχήσουσιν ὡς κύνες, ἡρμήνευσαν. Καὶ ὁ Θεοδοτίων· ̓Ηχήσουσιν ὡς κύων. – ̓Αντι κρὺς διὰ τούτων ὀψέ ποτε κατὰ τοὺς χρό νους τῆς τοῦ σωτῆρος ἡμῶν ἀφίξεως, ὁμοί ως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλονται καὶ αὐτοὺς τὸν Χριστὸν πολεμεῖν, κύνας ὠνόμασεν· ἐπεὶ καὶ διὰ τοῦ προφήτου ̔Ησαΐου τὸ αὐτὸ α γιον Πνεῦμα περὶ τῶν αὐ τῶν ἐδίδαξε· Πάντες κύνες ἐνεοὶ, οὐκ εἰδό τες ὑλακτεῖν. Καὶ ἐν τῷ καʹ ψαλμῷ τὰ πάθη τοῦ σωτῆρος διαγράφοντι, μετὰ τῶν α λλων, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοί. –Ου τοι δὴ ου ν λιμώξουσι, τοῦ τῆς ζωῆς α ρτον στερη θέντες, ἐπεὶ μὴ παρεδέξαντο τὸν οὐράνιον α ρτον καὶ τροφὴν τὴν σωτήριον. Ει τα δὲ καὶ τῆς αὐτῶν πόλεως, η ν κακῶς ῳ κησαν, ἀπελαθήσονται, ὡς μηκέτι ταύτης ἐπιβαί νειν τολμᾶν, ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. ∆ιὸ καὶ μέχρι τῆς σήμερον ὁρῶντες τοὺς ο ρους καὶ κύκλῳ πε ριϊόντες, πόῤῥωθεν ι στανται· ε ξωθεν δὲ κυκ λοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λε γούσῃ γραφῇ· ̓Επιστρέψουσι καὶ λιμώξου σιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. 58.9,12 Καὶ σὺ, Κύριε, ἐκγελάσῃ αὐ τοὺς, ἐξουδενώσεις πάντα τὰ ε θνη. ̔Ο Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. Μὴ ἀ ποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου. ∆ιασκόρπισον αὐτοὺς ἐν τῇ δυ νάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερα σπιστής μου, Κύριε. ̓Αλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προ φητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφω νεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ω ν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενὰ, καὶ τὰ ἑξῆς. Τούτους ου ν, τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε α ρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διεσκόρπισον. Ευ χεται δὲ αὐτοὺς καὶ καθαιρεθῆναι τοῦ ἀξιώ ματος, ο δὲ καὶ γέγονεν· οὐκέτι νῦν βασι λεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ' οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι καὶ Σαδδου καῖοι παρ' αὐτοῖς εἰσίν. Οὐ μὴν καὶ ἀπο κτανθῆναί φησιν· διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παιδῶν ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδ' ἐξ ἀνθρώπων ἀπέσβησαν, ἀλλ' εἰσὶ μὲν καὶ ὑφεστήκασιν, ου τως δὲ ὡς καταβεβλημένοι καὶ κατενηνε γμένοι η ς πάλαι ἠξιῶντο παρὰ Θεῷ τιμῆς. ̓Αλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ο δὴ καὶ γέγονεν. Εἰς πᾶ σαν αὐτοὺς σκέδασον τὴν οἰκουμένην, καὶ ποίησον σποράδας καὶ μετανάστας, ἐπειδὴ κατὰ σοῦ κέχρηνται συμφωνίᾳ. Τί δὲ αὐτὴ διδάσκει; ̔Ετέρα δὲ γραφὴ, ἀντὶ τοῦ· μή ποτε ἐπι λάθωνται τοῦ νόμου σου, τοῦ λαοῦ σου πε ριέχει· εἰ γὰρ η σαν ἐξ ἀνθρώπων ἀφανισ θέντες, μηδαμοῦ μηδαμῶς ἐν ζωῇ ο ντες, οὐκ α ν ει δον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ' α ν ε γ νωσαν ἀνθοῦσαν τὴν ἐμὴν ἐκκλησίαν. ∆ια σκόρπισον τοίνυν αὐτοὺς ἁπανταχῆ γῆς, ε ν θα μέλλει καὶ ἡ ἐκκλησία συνίστασθαι, ο πως βλέποντες τὴν ὑπ' ἐμοῦ θεμελιωθεῖσαν ἐκκλησίαν, εἰς ζῆλον ε ρχοιντο θεοσεβείας. Οὐκοῦν καὶ ταῦτα ὁ σωτὴρ ὑπὲρ αὐτῶν ηυ χετο. 58.13,14 ̔Αμαρτίαν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.