Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; spiritual reading with the letter.
Greek
Καλῶς ὑπάρχειν ει πε πρὸ τῶν αἰώνων· καὶ ἐντεῦθεν γινώσ κομεν, ο τι οἱ αἰῶνες ἀπὸ τοῦ μὴ ο ντος εἰς τὸ ει ναι γεγόνασιν. Ου τως ὁ Σύμμαχος· Οὐ γὰρ ἀλλάσσονται, οὐδὲ φοβοῦνται τὸν Θεόν. ̔Ορῶν, φησὶν, αὐ τῶν τὸν ἀμεταμέλητον τρόπον, ταῖς προει ρημέναις συμφοραῖς περιβάλλει. ̓Εσηρ· ἐν ἀλιφωθ λαμου. ̓Ακύλας. Οι ς οὐκ εἰσὶν ἀλλαγαὶ αὐτοῖς. ̔Εβραῖος. Οὐ γάρ ἐστιν ἀντάλλαγμα αὐ τοῖς. Σύμμαχος. Οτι οὐδ' ο λως ἀντάλλαγμα αὐτοῖς. ̓Ακύλας· ̓Απέστειλε τὴν χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. ̓ΩΡΙΓΕΝ. ̓ΑΘΑΝΑΣ. Αὐτὸς μὲν τὴν παρεκτικὴν χεῖρα τῶν ἀγαθῶν εἰς τὸ μετα λαβεῖν τῆς εὐλογίας ἐξέτεινεν. Οἱ δὲ οὐ μό νον οὐκ ἐδέξαντο, ἀλλὰ καὶ τὴν διαθήκην ἐβεβήλωσαν, δῆλόν ἐστι τὴν εὐαγγελικήν. ̓ΩΡΙΓ. ̓ΕΥΣΕΒ. Τοιοῦτο δὲ τοῦ βίου τὸ τέλος ἐδείξατο· τῇ γὰρ ἀγχόνῃ τὴν δέῤῥαν προσδήσας, σύντομον ἐπέμεινε θάνατον. Τοι αύταις καὶ ̓Ιουδαῖοι μετὰ τὸν σταυρὸν πε ριέπεσον συμφοραῖς, τῷ ῥωμαϊκῷ παραδο θέντες στρατῷ· οὐ γὰρ τῷ νόμῳ τῆς φύσεως ὑπεξῆλθον τὸν βίον, ἀλλ' ο πλοις πολεμικοῖς κατακοντιζόμενοι. 54.22 ̔Ηπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ε λαιον, καὶ αὐτοί εἰσι βολίδες. ̔Ο Σύμμαχος· Λειότερα βουτύρου τὰ στό ματα αὐτῶν, πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Τούτῳ δὲ καὶ τὸ ἐπαγόμενον συμ φωνεῖ· Λόγος κερκόπων, μαλαχαί· ου τοι δὲ τύπτουσι τάμεια κοιλίας. 54.23 ̓Επίῤῥιψον ἐπὶ Κύριον τὴν μέρι μνάν σου. Μνημονευτέον Καὶ τούτου ἐν καιρῷ μερίμνης· ε χε κυβερνήτην, φησὶ, τὸν Θεὸν καὶ ἡνίοχον. ο μοιον τό· Μὴ μεριμνήσητε τί φάγεσθαι η τί πίεσθαι. Τὰ κατὰ σαυτὸν τῆς προνοίας ἐκείνης ἐξάρτησον· ου τω γὰρ ἀσάλευτος διαμενεῖς καὶ ἀκλόνητος. 54.24 Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· α νδρες αἱμάτων καὶ δο λιότητος οὐ μὴ ἡμεσεύσωσι τὰς ἡμέρας αὐ τῶν. ̓Εγὼ δὲ ἐλπιῶ ἐπὶ σὲ, Κύριε. Φρέαρ διαφθορᾶς, ἡ κόλασις. – ̓Ατε λεῖς εἰσιν ἐν τῇ γενέσει οἱ ἁμαρτωλοί· διὸ ∆αυὶδ ευ χεται, λέγων. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. ̔Αβραὰμ γὰρ ἐκοιμήθη πληρὴς ἡμερῶν. – ̓Αποκτείνει τούτους Κύ ριος, οι ς συγχωρεῖ ἐπιπολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ. 55.5 ̓Εν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου. ̓Επαινέσω, ἀντὶ τοῦ ἐπαινετοὺς ποιήσω. 55.6 Κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. Οὐ πάντες μὲν τοὺς λογισμοὺς ἐμβάλλου σιν πονηρούς· πάντες δὲ ου τοι λογισμοὶ φέ ρουσιν εἰς κακόν. Τῇ γὰρ Ευ ᾳ φησὶν ὁ ο φις· Εσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. 55.10 ̓Επιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Εἰ θέλεις ἀποστρέφειν τοὺς ἐχθροὺς εἰς τὰ ὀπίσω, προσεύχου ἀδιαλείπτως. 56.4 ̓Εξαπέστειλεν ὁ Θεὸς τὸ ε λεος αὐ τοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. ̔Ο Χριστὸς ἐν τοῖς εὐαγγελίοις φησιν· ̓Εγώ εἰμι ἀλήθεια. 56.9 ̓Εξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθη τι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ο ρ θρου. Αλλος. ̔Εαυτῷ λοιπὸν ἐγκελεύεται τὸν θεῖον ἐξυφαίνειν υ μνον, δόξαν μὲν οἰκείαν τὴν προφητικὴν χάριν καλῶν, ἑαυτὸν δὲ ψαλτήριον καὶ κιθάραν, ὡς γεγεννημένος τοῦ Πνεύματος ο ργανον (τὴν μὲν γὰρ ψυ χὴν διὰ τοῦ ψαλτηρίου, τὸ δὲ σῶμα διὰ τῆς κιθάρας αἰνίττεται). Η καὶ αὐτὰ τὰ συνήθη ο ργανα ἀναλαμβάνει, ἐπὶ τῷ ἀνακρούσασ θαι συνήθως τὰ ὑπὸ τοῦ Πνεύματος ὑπο βαλλόμενα· οι ς προστίθεται τό· ̓Εξεγερθή σομαι ο ρθρου, ἀντὶ τοῦ φωτισθεὶς διὰ τοῦ Πνεύματος τῆς προφητείας, οὐ νῦν μόνον ὑμνήσω, ἀλλὰ τοῦ ἡλίου ἀνατείλαντος, καὶ τῆς προσδοκωμένης ἡμέρας τὸν ο ρθρον ὑπο δείξαντος, τῶν ἐθνῶν ἁπάντων καὶ τῶν πισ τευόντων λαῶν χοροδιδάσκαλος ε σομαι. 57.2 Εἰ ἀληθῶς α ρα δικαιοσύνην λαλεῖ τε, εὐθεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Πρὸς πάντας τοὺς ἀνωτέρω λαοὺς ὠνο μασμένους καὶ πρὸς πάντα τὰ ε θνη ταῦτά φησιν, καθὼς καὶ ει ρηται ἡμῖν ἀνωτέρω, τὴν προσφώνησιν ποιεῖται ὁ παρὼν ψαλμός. Εἰ γὰρ ἀληθῶς τις δικαιοσύνην ἐπαγγέλλοιτο, οὐδαμόθεν οὐ δειχθήσεται ἡ ἀπὸ τοῦ κρί νειν εὐθεῖα. Κρίνει δὲ εὐθεῖα ὁ κρίνας παρ' ἑαυτῷ ζῆν κατὰ τοῦ ὀρθοῦ λόγου, καὶ μη δὲν σκολιὸν πράττειν. 57.5 Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ο φεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ω τα αὐτῆς. Θυμοῦ μὲν ἐπικρατήσαντος, ἀποθηριοῦ ται ψυχή· τοῦ δὲ ἐπιθυμητικοῦ ἐπικρατή σαντος, ι ππος η ἡμίονος γίνεται· τοῦ νοῦ δὲ, α γγελος η καὶ Θεός. –Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ἐν παραδείσῳ ο φεως, ο ς ὑποκρινάμενος ῥήματα φιλίας, τὸν θά νατον ἐπήγαγεν· ἐπεὶ τοίνυν καὶ ου τοι πα ραπλησίως ̔Ραββὶ καὶ ∆ιδάσκαλε λέγοντες, ἐβουλεύοντο παραδοῦναι σταυρῷ· τούτου
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.