Fragmenta in Psalmos (Greek) · §u09-open

Fragmenta in Psalmos (Greek) Unit 9 opening

Unit 9.

Lemma-led open — στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Καὶ ἐξ ἀρᾶς

Greek

στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι. Αλλος· ̔Αμαρτίαν στόματος αὐτῶν λόγον χειλέων αὐτῶν· καταληφθήσονται ἐν ὑπε ρηφανίᾳ, καὶ ἐξ ἀρᾶς καὶ ἐξ ἀρνήσεως διη γήσονται· τέλεσον, ἐν χόλῳ τέλεσον, καὶ οὐχ ὑπάρχουσιν. Σύμμαχος· Τῇ ἁμαρτίᾳ τοῦ στόματος αὐτῶν, ἀρὰν καὶ ψεῦδος λα λοῦντες. Συντέλεσον ἐν θυμῷ, συντέλεσον, καὶ οὐκ εἰσίν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι. ∆ιὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου ἀναγ καίως, διδάσκει λέγων· δι' ἁμαρτίαν στό ματος αὐτῶν καὶ διὰ λόγον χειλέων αὐτῶν. Καὶ ε στι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁ γίου Πνεύματος προῤῥήσεως, ἐπειδὴ γὰρ οὐκ αὐτοὶ ̓Ιουδαῖοι κατὰ τὸν τοῦ πάθους τοῦ Σωτῆρος καιρὸν θάνατον αὐτῷ εἰργάσαντο, ῥωμαϊκῇ δὲ χειρὶ τοῦτο ἐπράκτετο· δικάζον τος μὲν Πιλάτου, καὶ διαλαβόντων στρατιω τῶν καὶ ἀπαγόντων αὐτὸν, ̓Ιουδαίων δὲ μηδ' ὁτιοῦν τούτων πεποιηκότων, εἰκότως οὐκ αὐτὸ τὸ ε ργον τοῦ θανάτου τούτοις ἀνατίθησιν, ἀλλὰ τὴν αἰτίαν, τῆς τῶν ἀρ χιερέων συσκευῆς καὶ τῆς τῶν συκοφάν των ψευδομαρτυρίας μνημονεύων, τῆς τε φω νῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ' αὐτοῦ. ∆ιό φησιν· ἁμαρτίαν στόματος αὐτῶν, ὡσεὶ ε λεγε σαφέστερον· δι' ἁμαρτίαν στόματος αὐτῶν καὶ διὰ λόγον χειλέων αὐτῶν, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· η κατὰ Σύμμαχον, μετὰ τῆς ὑπερηφανίας αὐτῶν. ̔Υπερήφανοι γὰρ ο ντως καὶ ἀλαζό νες, οὐκ ε φερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν· διὸ καὶ ε λεγον αὐτῷ· Τίς σοι ε δωκε τὴν ἐξουσίαν ταύτην; καὶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; 58.15,16 ̓Επιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Αὐτοὶ διασκορπιθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσιν, καὶ γογγύσουσιν. Ηδη μὲν ταῦτα προλαβόντες εἰρήκαμεν καθ' ε να τρόπον· δευτερεύσαντος δὲ τοῦ προ φήτου, δῆλον ὡς ταῖς αὐταῖς λέξεσιν ε τερα πάλιν τὸ Πνεῦμα ἐμήνυσεν. ̓Επιστρέψουσι τοίνυν εἰς ἑσπέραν οἱ τῶν ̓Ιουδαίων παῖδες, οὐκ ἐν φωτὶ τὸν Θεὸν, ἀλλ' ἐν σκότει ζητοῦν τες. Καὶ διὰ τοῦτο λιμώξουσιν ὡς κύων, τὴν ο ντως τροφὴν μὴ εὑρίσκοντες, καὶ κυκλώ σουσι τὴν ̔Ιερουσαλὴμ τὴν πεπορθημένην, πενθοῦντες ἐπ' αὐτὴν, καὶ κοπτόμενοι. Αὐ τοὶ διασκορπισθήσονται· εἰς πᾶσαν γὰρ τὴν γῆν διεσπαρμένοι τυγχάνουσι, δουλεύοντες πανταχοῦ, καὶ ἐλαχίστους καὶ δουλοπρεπεῖς τέχνας πάσας τε τὰς ἀπρεπεῖς μεθόδους ε νε κα τοῦ πεινᾶν μετερχόμενοι· γαστρίμαργοι δὲ ο ντες, οὐ χορτάζονται, καὶ κατὰ Θεοῦ διὰ τοῦτο γογγύζουσι· τουτέστιν οὐκ εὐχα ριστοῦσι, τοῦτο γὰρ αὐτῶν ὡς ἀγνωμόνων ι διον. 58.17,18 ̓Εγὼ δὲ ᾳ σομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωῒ τὸ ε λεός σου, ο τι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου, ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὁ Θεός μου, ἀντιλήπτωρ μου ει , ὁ Θεός μου, τὸ ε λεός μου. ̓Εκεῖνοι μὲν ου ν τοιαῦτα πείσονται, τοι αῦτα τολμήσαντες. ̓Εγὼ δὲ σὸν ε λεον ἀ νυμνήσω, καὶ τοῦ νοεροῦ φωτὸς ἀνατείλαν τος, καὶ τῇ οἰκουμένῃ δεδωκότος τὸν ο ρθρον, τὸν ἀμέτρητόν σου οι κτον ἐν ἁπάσαις ταῖς ἐκκλησίαις δοξάσω. ̓Απήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας, καὶ διὰ τῆς σῆς προνοίας τὰς προσπεσούσας διέφυγον συμφοράς. Ου δὴ χάριν, σὲ μόνον οι δα Θεὸν, καὶ σὲ πηγὴν ἐλέους καὶ φιλανθρωπίας καλῶ. Ταῦτα ∆αυὶδ προφητικοῖς ἰδὼν ὀφθαλ μοῖς, καὶ τὰς ̓Ιουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ δεσπότην ὑπέσχετο, διὰ τῶν εὐσεβῶν ὑμνῳδίαν προσφέρων. 59.4 Συνέσεισας τὴν γῆν, καὶ συνετάρα ξας αὐτήν· ι ασαι τὰ συντρίμματα αὐτῆς, ο τι ἐσαλεύθη. Τῶν σεισμῶν οἱ μέν εἰσι χασματίαι· οἱ δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, βρα σματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, μυκημα τίαι. ̓Ενταῦθα δὲ τὴν μεταβολὴν τὴν ἐπὶ τῆς γῆς πραγμάτων συσσείσεις ὠνόμασεν. 60.2 Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.