Unit 9 rem early
Rem early: Unit 9; lemma and Origen’s theoria.
Greek
προσευχῇ μου. ∆έησίς ἐστιν ἐλλείποντός τινος μεθ' ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐ χή. –Προσευχὴ δέ ἐστιν ἡ μετὰ δοξο λογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀνα πεμπομένη ὑπ' αὐτοῦ. 60.3 ̓Απὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ 60.3 ἐκέκραξα ... ἐν πέτρᾳ υ ψωσάς με. Γῆν λέγει τὴν κακίαν, η ς ὁ ἐξελθὼν κρά ζει πρὸς Θεόν. –Πῶς ἐν τῇ ̓Ιουδαίᾳ ω ν ὁ ∆αυὶδ, λέγει· ̓Απὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα; η τάχα ἐξελθὼν τῆς κα κίας, νῦν τροπικῶς γῆν ὀνομαζομένης, ̔Ημέρας ἐφ' ἡμέρας βασιλέως ταῦτά φησιν· ἡ δὲ πέτρα η ν ὁ Χριστός. 60.7,8 προθήσεις. ∆ιαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ελεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν; Εως αἰῶνος τὰ ε τη τοῦ Χριστοῦ ὡς βα σιλέως οὐκ ἐκλείψουσι. – ̔Ο Υἱὸς ἐνώπιον τοῦ Πατρὸς, ὡς ἀνελλιπὴς μὲν ὁ Υἱὸς καὶ Θεὸς τοῦ ἐλέους καὶ τῆς ἀληθείας. –Τίς γὰρ, φησὶ, τὸν περὶ προνοίας καὶ κτίσεως λόγον ἐξιχνιάσει; 60.9 Ου τως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας. ̔Ο ὑπισχνούμενος καὶ μὴ ἀποδιδοὺς τὰς εὐχὰς τῷ Θεῷ, οὐκ ἐστὶν ἐν ἡμέρᾳ τῇ ου σῃ ἐξ ἡμέρας· πρώτη γὰρ ἡμέρα ἐστὶ τὸ ἐκκλῖ ναι ἀπὸ κακοῦ, δευτέρα τὸ ποιῆσαι τὸ ἀγα θόν. 61.6 Οτι παρ' αὐτοῦ ἡ ὑπομονή μου. Οτι σὺ ει ἡ ὑπομονὴ, Κύριε. 61.10 Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. ̔Ο δὲ Θεοδοτίων ου τως· Πλὴν ἀτμὶς υἱοὶ τοῦ ἀνθρώπου· ψευδεῖς υἱοὶ ἀνδρὸς, ὡς ῥοπὴ ζυγοῦ· εὐδιάλυτα γὰρ, φησὶ, τὰ ἀνθρώπινα, καὶ α νω κάτω ζυγοῦ δίκην μεταχωροῦντα. Κατὰ δὲ τοὺς Οʹ· ̔Ως μονίμοις θαῤῥοῦσι τοῖς ῥέουσιν, ἰσότητος ἀμελοῦντες καὶ μὴ τη ροῦντες καθάπερ ι σῳ ζυγῷ τὴν καρδίαν, καὶ ο μως κέρδος ἐντεῦθεν οὐδέν. ∆ιὸ Σύμ μαχος ει πεν· Αὐτοὶ ματαιοῦνται ὁμοῦ. Εἰ οἱ α γιοι οὐ μάταιοι, οὐχὶ υἱοὶ τῶν ἀνθρώπων οἱ α γιοι· κατηργήθη γὰρ ἡ κατ' α νθρωπον γένεσις· μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προκαθεζόμενοι πράγμασι. –Οἱ ψευδόμενοι περὶ τὴν δικαι οσύνην (αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν) ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου γεγεννημένοι. 61.11 Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Τοῦτο λεκτέον πρὸς τοὺς πλεονεκτοῦντας. 61.13 Οτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ε ργα αὐτοῦ. Τὸν περὶ προνοίας καὶ κρίσεως ε χων λό γον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερο μένων ῥητῶν. 62.2 ̔Ο Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρ θρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Καλὸν δὲ καὶ κατὰ τὸ ῥητὸν ὀρθρίζειν πρὸς τὸν Θεὸν, καὶ πάσης πράξεως ἀπαρ χὴν ποιεῖσθαι προσευχὴν καὶ εὐποιΐαν πρὸς τὸν πλησίον, ει τε ἐν ἐπισκέψει, ει τε ἐν με ταδόσει. –Πρέπει δὲ τῷ ἐν τῇ ἐρήμῳ τῆς ̓Ιουδαίας διὰ τοῦ διώκεσθαι διατρίβοντι, καὶ μισουμένῳ δωρεὰν, καὶ μηδαμῶς ἐγ καλοῦντι, λέγειν τό. ̔Ο Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. – ̔Η κοιλία γοῦν, τῶν περὶ τρυφὴν ἐχόντων ου σα θεὸς, ἁπλῶς οὐ λέγεται θεὸς, ἀλλ' οὐδὲ οἱ δαίμονες κυ ρίως θεοὶ, τῶν ἐθνῶν λεγόμενοι θεοί. ̔Ο ου ν Θεῷ. ̔Ο Θεὸς, ὁ Θεός μου. –Οὐ μόνον δὲ ἀληθῶς σοφὸς ἐρεῖ τῷ φύσει καὶ ἀληθῶς ἡ ψυχή μου ἐδίψησέ σε, ἀλλὰ καὶ ἡ σάρξ μου, καθάπερ μαθοῦσα τὴν ἐν τῇ ἀναστά σει ἐλπίδα ἑαυτῆς παρὰ σοὶ, η πολυπλα σίασθαι τὸ πρὸς σὲ δίψος ἑαυτῆς· διὸ καὶ κατασκηνῶν ἐπ' ἐλπίδι, οὐκ ε χω λέγειν ὁπόσα πλησίως καὶ ποσαχῶς παρὰ τὴν δί ψαν τῆς ψυχῆς μου ἐδίψησά σε. 62.3 Ου τως ἐν τῷ ἁγίῳ ω φθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ου τως, πῶς; η δίψης καὶ ἐπὶ πόθου περὶ τὸν α γιον συγχθείς; τίς δὲ α ν ει η, η ὁ Μο νογένης, καὶ εἰ μὲν ει η ὁ Πάτηρ, πρὸς ο ν διψῶν δύναμιν καὶ δόξαν αὐτοῦ ὁ Μονογέ νης· Χριστὸς γὰρ Θεοῦ δύναμις αὐτὸς ω ν καὶ ἡ δόξα, περὶ η ς ει ρηται· ̓Οφθήσεται ἡ δόξα Κυρίου. Παρίσταμαι δὲ σοὶ, τὴν α ῤῥη τον ὁ φανταζόμενος δύναμιν. 62.4 Τὰ χείλη μου ἐπαινέσουσί σε. Οὐ μόνοις δὲ χείλεσιν, ἀλλὰ πρὸς τῇ καρ δίᾳ τὸν Θεὸν ὑμνητέον, κατὰ γὰρ Παῦλον· Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, χείλεσι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 62.5 ̓Εν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Αι ρει δὲ τὰς χεῖρας ὁ δίκαιος ἐν ὀνόματι Κυρίου, ο τε ἀπὸ ὑγιῶν δογμάτων περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐπαίρει ἀπὸ τῶν γηΐνων τὸ πρακτικὸν ἑαυτοῦ, ἐν ὀνόμα τι τοῦ Θεοῦ αι ρει τὰς χεῖρας ἑαυτοῦ· ει τε δὲ ἀφ' η στινοσοῦν ἑτέρας διδασκαλίας, ει τε παρ' ε λλησι φιλοσοφουμένης, ει τε καὶ ἐν ῃ τινιοῦν αἰρέσει, τάχα αι ρει μὲν τὰς χεῖ ρας ἑαυτοῦ, οὐ μὴν ἐν ὀνόματι
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.