Unit 12 rem close
Rem CLOSEOUT: Unit 12 CLOSEOUT.
Greek
καὶ αὐτὸς ὁ Χριστὸς βέλος ἐκλεκτὸν ὠνό μασται παρὰ τῷ ̔Ησαΐᾳ. Βροντὴν, τὸν εὐαγ γελικὸν λόγον, τὸν κατακτυπήσαντα τὴν ἐπούρανον, διὸ καὶ τὸν εὐαγγελιστὴν υἱὸν βροντῆς ἐπεκάλεσε. Τροχὸν δὲ τῶν ἀνθρώ πων τὸν βίον, ὡς ἐκ τοῦ ̔Ιεζεχιὴλ ε στι μα θεῖν. – Αλλος δὲ φωνὴν ἐν τῷ τροχῷ, ἡ νίκα ἐνέδησε τοὺς α ξονας τῶν αἰγυπτίων ἁρμάτων. 76.21 ̔Ωδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ ̓Ααρών. ̔Η κατὰ Μωσέα φιλοσοφία τετραχῆ τέ μνεται· εἰς τὸ ἱστορικὸν, καὶ τὸ κυρίως λε γόμενον νομοθετικὸν, α περ α ν ει η τῆς ἠθι κῆς πραγματείας ι δια· τὸ τρίτον τε εἰς τὸ ἱερουργικὸν, ο ἐστιν η δη τῆς φυσικῆς θεω ρίας, καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν ει δος. Τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βουλὴν ὡς τύπον τινὰ δηλοῦσαν, η ὡς σημεῖον ἐμφαίνουσαν, η ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν, η θεσπίζουσαν ὡς προφητείαν. Ταύτῃ δὲ μεθόδῳ Μωϋσῆς καὶ ̓Ααρὼν ὁδηγοῦσι τὸν ἀπὸ κακίας ἐπ' ἀ ρετὴν ὁδεύοντα λαόν. 77.1 Συνέσεως τῷ ̓Ασάφ. Προσέχετε λαός μου τὸν νόμον μου, κλί νατε τὸ ου ς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στό ματός μου. Ταύτης γὰρ δεόμεθα εἰς θήραν τῆς προ κειμένης διανοίας, ω στε γνῶναι τίς ὁ λόγος, καὶ τίς ὁ λαὸς αὐτοῦ, καὶ τίς ὁ νόμος, ε τερος ω ν παρὰ τὸν τοῦ Μωσέως. ∆αυὶδ γὰρ οὐκ η ν νομοθέτης, ι να λέγῃ· Προσέχετε τῷ νόμῳ μου, οὐδὲ η ρμοττεν αὐτῷ λέγειν· Τὰ ῥήμα τα τοῦ στόματός μου. Οὐ γὰρ οἰκεῖα, τὰ δὲ πρὸς τοῦ Πνεύματος προέφερε ῥήματα. ̔Ο μὲν ου ν λέγων σωτήρ ἐστι, νόμος δὲ αὐτοῦ τὸ εὐαγγέλιον, καὶ λαὸς οἱ χριστιανοί. Τά χα δὲ εἰ μὴ Ματθαῖος ει πεν ο τι ἐκ προσώ που τοῦ Σωτῆρός ἐστιν ὁ ψαλμὸς, οὐκ α ν ἐτόλμησα, διὰ τό· Οσα ἠκούσαμεν, καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα ἀναγαγεῖν τὰ γεγραμ μένα. Νῦν δὲ σώζω, καὶ ο τι ὁ Σωτὴρ ὁ λέ γων ἐστὶ, καὶ ο τι οὐ δι' ο λου τοῦ ψαλμοῦ λέγει ὁ Σωτήρ. Ταῦτα μὲν εἰς τὸ καθάραι τὸ λέγειν πρό σωπον, κατὰ λέξιν δὲ ἀκούσωμεν. Προσέχετε κτλ. Νόμου ο ντος τοῦ κατὰ Μωσέα, ευ χεται τὸ ἐν τῷ προφήτῃ Πνεῦμα ἐν τῷ Θʹ ψαλμῷ, ο πως ἀναστήσῃ τοῖς ε θνεσι νομοθέτην, καὶ διαθήσεται διαθήκην καινὴν, κατὰ ̔Ιερεμίαν, καὶ ἀλλαχόσε λέγει· ∆ώσω αὐτοῖς καρδίαν ἑτέραν τοῦ φοβεῖσθαί με, καὶ ὁδὸν ἑτέραν. Ηλθεν ου ν ὁ Σωτὴρ, καὶ λέγει Χριστιανοῖς, τῷ λαῷ αὐτοῦ, τῷ ἐξ ἐ θνῶν· Προσέχετε, λαός μου, τῷ ἐμῷ νόμῳ, τῷ εὐαγγελικῷ, περὶ ου ει ρηται· ̓Εκ Σιὼν ἐξελεύσεται νόμος, ἀλλὰ μὴ ὁ τοῦ Μωσέως. μηκέτι σαββατίζετε, μὴ πάλιν α ζυμα ποιή σητε, μηκέτι κατὰ τὰ πρῶτα καὶ παλαιὰ πορεύεσθε. ̓Ιδοὺ, γέγονε τὰ πάντα καινὰ, τὰ ἀρχαῖα παρῆλθον. Οτι δὲ λαὸς Χρι στοῦ τὰ ε θνη, Ζαχαρίας φησί· Καταφεύξον ται ε θνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ε σονται αὐτῷ εἰς λαόν. 77.2 ̓Ανοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς. Καὶ ἐν τῷ εὐαγγελίῳ πρῶτον ἀπὸ τοῦ νόμου α ρχεται ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ει τα λέγει τὰς παρα βολάς. ∆εῖ δὲ καὶ ἡμᾶς πρῶτον τῷ νόμῳ ἐπιμελῶς ἐμμελετῆσαι, καὶ μετὰ τὴν κατόρ θωσιν τῶν ἐθῶν ἐλθεῖν ἐπὶ τὴν θεολογίαν, η τοι τὰ τοῦ στόματος ῥήματα· οὐκ αἰσθη τῶς δὲ πάρεστι Χριστὸς, τὸ ῥῆμα λαλῶν, ι να κλίναντες τοῦτο τὸ ου ς πληρώσωμεν τὴν ἐντολὴν, ἀλλ' ε στιν α λλο τι ἐν ἡμῖν ου ς, περὶ ου λέγει ὁ Σωτήρ· ̔Ο ε χων ω τα ἀκούειν, ἀκουέτω. Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς τῶν πραγ μάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λεγομένων· η λόγος ἀπό τινος οὐ κύριον μὲν ἐμφορῶν τῷ κυρίῳ, ἐπὶ δὲ τὸ ἀληθὲς καὶ κύριον α γων τὸν συνιέντα· η λέξις δι' ἑ τέρων τὰ κυρίως δηλούμενα μετ' ἐνεργείας παριστάνουσα. 77.3-6 Οσα ἠκούσαμεν καὶ ε γνωμεν αὐ τὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γε νεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ α ἐποίησε. Καὶ ἀνέστησε μαρτύριον ἐν ̓Ιακὼβ, καὶ νόμον ε θετο ἐν ̓Ισραὴλ, ο ν ἐτείλατο τοῖς πατράσιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, ο πως α ν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ι να θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ε ρ γων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζη τήτωσιν, ι να μὴ γένωνται ὡς οἱ πατέρες αὐ τῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα· γενεὰ η τις οὐ κατηύθυνε ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Τὸ ἑξῆς οἱ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.