Fragmenta in Psalmos (Greek) Unit 13 opening
Unit 13.
Lemma-led open — πατέρες ἡμῶν διηγήσαντο ἡ μῖν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυ ρίου. Τὰ μὲν ου ν πρῶτα ἐ
Greek
πατέρες ἡμῶν διηγήσαντο ἡ μῖν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυ ρίου. Τὰ μὲν ου ν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου τοῦ Χριστοῦ, τὰ δὲ προκείμενα λέλεκται μὲν ἐκ τοῦ αὐτοῦ· συμπαραλαμ βάνει δὲ καὶ ε τερα πρόσωπα, ὑποκαταβὰς τῆς αὐτοῦ θεότητος, καὶ ἀνθρωπίνως φθεγ γόμενος. Οἱ δὲ συμπαραλαμβανόμενοι εἰσὶν οἱ κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ μαθηταί. ∆ιὸ πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖ ρας. Οτε μὲν γὰρ οἰκεῖον νόμον αὐτοῖς προ ϋβάλετο, σὺν αὐθεντίᾳ βασιλικῇ ἐξ ἑνὸς προ σώπου προεφέρετο τὴν ἐπαγγελίαν. Νῦν δὲ ο τε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνει τὴν διήγησιν, κοινοποιεῖ τὸν λόγον, καὶ ἠκούσαμεν, ει πε, διὰ τὸ πρόσλημμα, καὶ ε γνωμεν, ἀντὶ τοῦ ἐβεβαιώθημεν περὶ αὐτῶν, καὶ ἐπληροφορήθημεν, τῶν πατέρων ἡμῖν διηγησαμένων, Μωσέως, φημὶ, καὶ τῶν προ φητῶν. Τούτων γὰρ υἱὸς ὁ Χριστὸς διὰ τῆς μητρός. Τάχα δὲ καὶ οἱ μαθηταὶ ἀποκρίνοντες καί φασιν· Οσα ἠκούσαμεν καὶ ε γνωμεν, καὶ τὰ ἑξῆς. Οὐ πάντων δέ ἐστιν τὸ ἀκού ειν καὶ τὸ γινώσκειν, η μόνον τῶν συνιέντων τοὺς λόγους· ἀλλ' οὐδὲ πᾶσιν οἱ φύσει πα τέρες διηγήσαντο, ἀλλά τισι, καὶ οἱ κατ' ἐπισ τήμην καὶ θέσει. ̔Ημεῖς γοῦν οἱ ἐξ ἐθνῶν τῷ θείῳ Λόγῳ προσελθόντες, οὐκ ε χομεν διδασκάλους ἐπιγράψασθαι τῶν μαθημάτων τοὺς κατὰ σάρκα πατέρας. Εἰ δὲ βούλει, ταῦτα οἱ Χριστοῦ νοῦν ε χοντες συνῆκαν πνευματικῶς· οὐ γὰρ ἐκρύβη ἀπ' αὐτῶν τῶν πατέρων κατ' ἐπιστήμην διηγησαμένων αὐ τοῖς. Καὶ αὐτοὶ δὲ ου τοι τοῖς τέκνοις ἑαυτῶν γεννηθεῖσιν ὑπ' αὐτῶν διὰ παιδεύσεως ἐφα νέρωσαν τὰ ἀπ' ἀρχῆς προβλήματα, ο πως καὶ εἰς τὴν ἑξῆς αὐτῶν γενεὰν γνωστὰ, καὶ μὴ κεκρυμμένα τυγχάνῃ. Οσα ου ν, φησὶ, παρὰ τῶν πατέρων δεδιδάγμεθα ἀκούσαν τες, πάντα ταῦτα διὰ τῶν ε ργων καὶ τῆς αὐ τοῦ Χριστοῦ παρουσίας ἐγνώκαμεν, οὐχ ἑτέ ρᾳ δὲ γενεᾷ, ἀλλὰ τοῖς τέκνοις αὐτῶν πέ πρακται τὰ παρὰ τοῦ Σωτῆρος μεγαλουρ γήματα. ∆ιὸ οὐκ ἐπαύσαντο αὐτοῖς ἐπαγ γέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, τουτέστι τὰ θαυμαστὰ καὶ αἰνετὰ, καὶ θείας δυνάμεως δηλωτικὰ ε ργα αὐτοῦ. Κατὰ δὲ τὸ πρόχειρον· Ανωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμάτων αὐτόπται τοὺς προσεχῶς οἰκείους παίδας, ταῦτα ἐδί δαξαν, κἀκεῖνοι τοῖς ἐκγόνοις παρέπεμψαν, οὐ κρύψαντες α ε μαθον πρὸς τὴν ἑτέραν μετὰ αὐτοὺς γενεὰν καὶ ἑξῆς. Τοῦτο δὲ ἐποίουν, τῷ θείῳ νόμῳ πειθόμενοι, τῷ λέγοντι· ∆ιδά ξεις αὐτὰ τοὺς υἱούς σου καὶ τοὺς τῶν υἱῶν σου. ∆ιὸ ἐπάγει· Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἐπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ α ἐποίησε, καὶ ἀ νέστησε μαρτύριον ἐν ̓Ιακὼβ, καὶ νόμον ε θετο ἐν ̓Ισραὴλ, ο ν ἐνετείλατο τοῖς πατρά σιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, ο πως α ν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησό μενοι, καὶ ἀναστήσονται, καὶ ἐπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. ∆ιεμαρτύρετο, φησὶ, καὶ νόμον διέθετο τῷ. προτέρῳ λαῷ ἐντειλάμενον αὐτοῖς γνωρίσαι αὐτὸν τοῖς ἀπογόνοις, ὡς α ν μηδεμίαν λάθῃ γενεάν. Τὰ δὲ συμπέρασμα τοῦ νόμου, καὶ ὁ σκοπὸς ου τος η ν, ι να μαθόντες τὰ γεγο νότα, βεβαίαν κτήσαιντο τὴν εἰς αὐτὸν ἐλ πίδα, καὶ τοῖς ὑπ' αὐτοῦ τεθεῖσι νόμοις ἀκο λουθήσωσι· καὶ ι να μὴ γένωνται ὡς οἱ πα τέρες· ἠθέτουν γὰρ ἀεὶ, καὶ οὐκ ἐβιβαιοῦτο ἡ καρδία αὐτῶν πρὸς αὐτόν. Τοῦτο γὰρ τὸ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Πνεῦμα δὲ νῦν τὴν προαίρεσιν, τὴν τῆς γνώ μης διαθέσιν λέγει. Σκολιὸν δὲ καλεῖ, οὐχ ο τι ἐκ φύσεως η ν φαύλη, ἀλλ' ο τι ε κουσα οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς, οὐδ' ει χεν ὀρθὴν πίστιν πρὸς τὰς θείας ἐπαγγελίας, ἀλλ' ἐδίσταζε, καὶ παρεπίκραινε διὰ τοῦτο γογγύζειν ἐν τοῖς δυσχερέσι. Καὶ ταῦτα μὲν ὁ ∆αυὶδ παρεγγυᾷ τοῖς περὶ αὐτόν. Σὺ δὲ καὶ ου τως ἐπιβαλεῖς· Μαρτύριόν φησι τοῦ μαρτυρίου, ἐν ῃ καὶ πλάκες, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.