Unit 12 rem mid
Rem mid: Unit 12; lemma continues; spiritual reading with the letter.
Greek
Σαλὴμ γέγονεν ὁ τόπος αὐ τοῦ, ὡς α ν μέν τις ̓Ιουδαϊκῶς νοήσῃ τὰ ̔Ιεροσόλυμα· ἀλλ' ἀντὶ ταύτης, τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν, ἀντὶ τοῦ Σαλὴμ εἰ πὼν ἐν εἰρήνῃ. Εἰ μὲν ου ν καὶ ἐπὶ γῆς εὑρίσ κοιντο ψυχαὶ ἐν εὐσταθίᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως α ν λέχθειεν καὶ αὐταὶ τόπος Θεοῦ, ὡς αἱ χωρητικαὶ ου σαι θείου Πνεύματος. Εἰ δὲ σπανίως εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ' οὐράνιον χρη ματίζουσι τοῦ Θεοῦ πόλεις αἱ τῶν ἁγίων ψυ χαὶ, ε νθεν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στε ναγμὸς, δῆλον ο τι εἰρήνης ε σται τόπος ἡ α νω ̔Ιερουσαλὴμ ὡς ἐλευθέρα, ο ρασις ἀλη θῶς ου σα εἰρήνης· ἀλλὰ γὰρ παντὶ τρόπῳ καὶ ἡμῖν ἀποδιωκτέον τὴν τῶν παθῶν τα ραχὴν, ι ν' εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ε χοντες, τόπος γινώμεθα Θεοῦ. ̓Εσό μεθα δὲ καὶ κατοικητήριον αὐτοῦ, σκοπευ τικοὶ τῆς ἀληθείας καὶ ἀρετῆς προθέμενοι ει ναι. Σιὼν γὰρ σκοπευτήριον ἑρμηνεύεται. ̔Ως ου ν ὁ ἁμαρτωλὸς δίδωσιν τόπον τῷ δια βόλῳ, ου τως ὁ καλὸς καὶ ὁ ἀγαθὸς δίδωσι τόπον τῷ Θεῷ ἐν τῷ ἡγεμονικῷ αὐτοῦ, ζη τοῦντι ἐνοικῆσαι ἐν ἡμῖν καὶ ἐμπεριπατῆσαι, καὶ μονὴν ποιῆσαι· καὶ ψυχὴ γενομένη σκο πευτήριον καὶ χρηματιστήριον τοῦ τόπου τοῦ Θεοῦ, ε σται κατοικητήριον τοῦ Θεοῦ. 75.11 Οτι ἐνθύμιον ἀνθρώπου ἐξομολο γήσεταί σοι. Τοῦτο τὸ ἐνθύμιον αὐτοῦ τοῦ ἀνθρώπου ἐστὶν, μὴ ἐφαπτομένης ε ξωθεν δυνάμεως ἀγαθῆς η πονηρᾶς, λέγεται δὲ καὶ λογισ μός. 76.1 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέ σχε μοι. Τί δὲ τὸ πρὸς Κύριον; ο τι ἡ τῶν πολλῶν φωνὴ οὐκ ἀναφέρεται πρὸς τὸν Κύριον· οὐδὲ γὰρ κατὰ Κύριον πρόεισιν αυ τη· τοῦ δὲ δικαίου οὐ μόνον ἡ κατὰ τὴν εὐχὴν φω νὴ, ἀλλὰ πᾶσα φωνὴ ἱεροῦται τῷ Κυρίῳ, τῷ ἀεὶ λέγειν α δεῖ, καὶ πᾶσα ει ναι κατὰ Θεόν. Καὶ ἡμεῖς ου ν ἐὰν μὴ ο λῃ ἀνακειμένῃ ψυ χῇ αὐτῷ εὐχώμεθα, ἀλλὰ παρὰ τὸν καιρὸν μόνον εὐχώμεθα, κεκραξόμεθα τῇ φωνῇ πρὸς τὸν Θεὸν, οὐ καθαρᾷ δὲ φωνῇ εὐχόμενοι, οὐκ ἀκουσθησόμεθα. ̓Εγὼ κα ν προσέχῃ μοι ὁ Θεὸς, διὰ τὴν ἐν ἐμοὶ α νοιαν οὐκ αἰσθάνο μαι ο τι προσέσχε μοι ὁ Θεός· ὁ δὲ η δη διαβε βηκὼς καὶ προκόπτων, οὐκ ἀναισθητεῖ τῆς τοῦ Θεοῦ προσοχῆς, η τῆς ἀποστροφῆς· διὸ νῦν μὲν λέγει ο τι προσέσχε μοι. ̔Ετέρωθι δὲ ι να τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἀπ' ἐ μοῦ; ἐάν ποτε αι σθησθε ἀπεστραμμένου αὐ τοῦ, η διὰ πειρασμοῦ, η ὁπωσδήποτε τοῦ Θεοῦ κτλ. 76.4 ̓Εμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην. ̓Ηδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Οὐ κομίζει ὀλιγοψυχίαν καὶ λύπην μνη μονευθεὶς ὁ Θεὸς, ἀλλὰ καὶ εὐφροσύνην ἐρ γάζεται. Οὐδὲν γὰρ ου τω παρακαλεῖ ψυχὴν, ὡς μνήμη Θεοῦ· μνήμη γὰρ Θεοῦ εὐφραίνει ψυχήν. ̔Ο δὲ ἐπιλαθόμενος αὐτῆς πενθήσει πικρῶς. – ̓Αδολεσχία ἐστὶν ἡ περί τι συ νεχὴς διατριβὴ καὶ ὁμιλία. 76.5 Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου. Τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας. μόνον Θεὸν ἀναπολήσας καὶ μνησθεὶς ἐν τοῖς ὀδυνήροις, εὐφράνθην. 76.7 Καὶ ἐμελέτησα νυκτὸς μετὰ τῆς καρδίας μου, ἠδολέσχουν καὶ ε σκαλεν τὸ πνεῦμά μου. Τὸ ε σκαλλον ὁ Θεοδοτίων ἐξηρεύνησεν· ὁ δὲ Σύμμαχος, ἐσκάλεσεν ει ρηκεν. Ταῦτά φησι· Νύκτωρ παρ' ἐμαυτῷ λογιζόμενος, ἀ νηρεύνων. Τί δέ ποτε τῶν ἡμετέρων προγό νων τοσαύτην ἐποιήσατο πρόνοιαν; ἡμῶν δὲ κακοπραγούντων ὑπερορᾷ; ἐλογιζόμην δὲ πρὸς τούτοις καὶ ταῦτα· Αρα μὴ παντε λῶς τὰ καθ' ἡμᾶς ἀπηγόρευσεν καὶ ἀλλο τρίους ἡμᾶς τῆς αὐτοῦ κηδεμονίας ἀπέφη νεν; 76.11 Καὶ ει πα· Νῦν ἠρξάμην, αυ τη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ̔Υψίστου. ∆εξιάν φησι ἀντιλαμβανομένην ἁγίων καὶ σώζουσαν αὐτοὺς, καὶ καταφέρουσαν ἐχθροὺς καὶ ἀνατρέπουσαν αὐτοὺς ἀνθεστηκότας· ἠλλοιώμην ἐγὼ, πεφρόνηκα, λοιπὸν ὀρθῶς διάκειμαι, διότι καὶ ἀγαπᾷ Θεὸς τοὺς ἁ γίους. 76.14 ̔Ο Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Αγιος ει , φησὶ, καὶ ἐν ἁγίοις ἀναπαύῃ, καὶ ἐν τούτοις ἐνοικεῖς καὶ ἐμπεριπατεῖς. 76.16 ̓Ελυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου. Βραχίων τοῦ Θεοῦ ὁ Χριστὸς, δι' ου ἠνέρ γησεν τὰ ἐν ἡμῖν ἀγαθὰ, τὰ κατὰ τὴν ἐπι θυμίαν αὐτοῦ γεγονότα. 76.17 Ει δοσάν σε υ δατα, ὁ Θεὸς, ει δοσάν σε υ δατα. Νῦν τὰ υ δατα λογικὰς φύσεις σημαίνει. 76.18,19 Φωνὴν ε δωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Νεφέλας ἐν τούτοις [λέγει] τοὺς ἀποστό λους, τοὺς τὸν εὐαγγελικὸν καὶ οὐράνιον δια κονοῦντες λόγον· βέλη δὲ τὰς ἐνεργείας τοῦ Πνεύματος. Ομοιον ου ν ὡσεὶ λέγοιεν· ἐνέργειαι εἰς τοὺς ἁγίους μαθητὰς ἐξάκουστοι πάσῃ τῇ οἰκουμένῃ γεγόνασιν. ̓Ιστέον δὲ ὡς
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.