Fragmenta in Psalmos (Greek) · §u12-rem-early

Unit 12 rem early

Rem early: Unit 12; lemma and Origen’s theoria.

Greek

γεῖσθαι, τοῦ μὲν πρώτου δηλοῦντος τὴν ἐφ' ἁμαρτίαις ἐξομολόγησιν· τοῦ δὲ δευτέ ρου τὴν ἐφ' οι ς πεπόνθασιν ἀγαθοῖς εὐχα ριστίαν· ἐπεὶ δὲ οὐχ οι όν τέ ἐστιν ου τως ἐ πικαλέσασθαι τὸ ο νομα Κυρίου, ω στε τυχεῖν τοῦ· Ος α ν ἐπικαλέσηται τὸ ο νομα Κυρίου, σωθήσεται, ἐὰν μὴ πρότερόν τις ἀποταξάμε νος τῇ ἁμαρτίᾳ ἐξομολογήσηται περὶ τῶν προημαρτημένων, διὰ τοῦτο ἡ ἐκκλησία ἐ πιμένει τῇ ἐξομολογήσει· ει περ ου ν καὶ ἡ μεῖς θέλομεν ἐν τοῖς ἐπικαλουμένοις εὑρε θῆναι καὶ σωθῆναι μετ' αὐτῶν, κατήγοροι τῆς ἑαυτῶν ἁμαρτίας γενώμεθα, τέλεον κα ταλιπόντες αὐτήν. 74.3 ∆ιηγήσομαι πάντα τὰ θαυμάσιά σου, ο ταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. ̔Ενικῶς τοῦτο εἰπὼν ὡς ἑκάστου τοῦτο λέγοντος, ο περ ἐν τῇ κοινῇ πάντων γίνεται φωνῇ· τὸ δ' ο ταν λάβω καιρὸν, τουτέστιν ο ταν ἐπανέλθωμεν ἐκ τῆς αἰχμαλωσίας, διὰ τὸ μὴ ἐξεῖναι ᾳ δειν ἐπὶ τῆς ἀλλοτρίας· διη γεῖσθαι δὲ τοῦ Θεοῦ τὰ θαυμάσια ὑπισχνεῖ ται καὶ ὁ ἀποστολικὸς χορὸς, τῶν διωκόν των ἀπαλλαγείς. Τάχα δὲ ὁ Σωτὴρ λέγει ταῦτα πρὸς τὸν Πατέρα περὶ τῆς ἐκκλησίας, ο τι οὐδέπω ταύτας χωροῦσι τὰς διηγήσεις τῶν μυστηρίων σου, ἀλλὰ καιροῦ δέονται τῆς τελείας ἐπιστροφῆς. Εἰ θέλοι ου ν καὶ ἡμῶν ε καστος ἀκοῦσαι τοῦ ̓Ιησοῦ διηγου μένου τὰ θαυμάσια τοῦ Πατρὸς, δότω αὐτῷ καιρόν· δίδωσι δὲ καιρὸν ὁ βιοὺς καλῶς. Τὸ μὲν ου ν διηγήσομαι, ἀνθρώπινον, τὸ δὲ ἑξῆς Θεοῦ φωναὶ, ω σπερ νοοῦμεν, τὸ ε θος ἐχού σης τῆς γραφῆς τὰς μεταβάσεις ποιεῖσθαι τῶν προσώπων, α νευ τοῦ ἐπισημαίνειν. ̔Ο Μονογενὴς εἰσάγεται τὰς οἰκείας ἐνεργείας διδάσκων, καὶ τὴν τοῦ Πατρὸς θεολογίαν διε ξιών. ̓Αντὶ δὲ τοῦ ο τε λάβω καιρὸν, συνταγὴν ὁ Σύμμαχος ει πε, τοῦ λόγου δηλοῦντος ὡς ἐπειδὰν ὁ συνταχθείς μοι παρὰ σοῦ τῆς ἐπιδημίας καιρὸς ἐπιστῇ, πάντα σου, Πάτερ, τὰ θαυμάσια τοῖς ἐξ ἐθνῶν διηγήσομαι· δι καιοσύνης γὰρ ε ργον τὸ μὴ μόνον ̓Ιουδαίους προσίεσθαι, ἀλλ' ἐξ ἁπάντων ἐθνῶν ποιεῖσ θαι τῶν σωζομένων τὴν ἐκλογὴν, διὸ ἐπά γει· ̓Εγὼ εὐθύτητας κρινῶ. Αυ τη τοῦ σωτῆρος ἡ φωνὴ, δικαίως κρί νειν ἀπαγγελλομένου κατὰ τὸν καιρὸν τοῖς ἀδικοῦσι καὶ τοῖς ἀδικουμένοις· μόνος γὰρ αὐτὸς εὐθύτητας κρινεῖ· κατὰ δὲ τὴν ἱστο ρίαν, ἐγὼ, φησὶν, ὑμῖν δικάσω καὶ Βαβυλω νίοις καὶ ̓Ασσυρίοις. 74.4 ̓Ετάκη ἡ γῆ, καὶ πάντες οἱ κατοι κοῦντες αὐτήν. ̓Αλλὰ μαρτυρησάτω καὶ ἡμῖν ̓Ιησοῦς, ο τι ἡ εἰκὼν τοῦ χοϊκοῦ καὶ ἡ ἐν τῷ θνητῷ ἡμῶν σώματι βασιλεύουσα ἁμαρτία, καὶ πᾶν τὸ γήϊνον, καὶ ἡ περὶ τὰ γήϊνα ἐνέργεια, μετὰ τῶν ᾠκειωμένων τοῖς γηΐνοις ἀντικει μένων δυνάμεων, οὐ μόνον ἀπετέθη, ἀλλὰ καὶ οἱονεὶ ἐξηφανίσθη τέλεον. ̓Εὰν γὰρ τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώ σωμεν, ὡς πάντοτε τὴν νέκρωσιν τοῦ ̓Ιησοῦ περιφέρειν ἡμᾶς, ἐρεῖ περὶ τῆς ἐν ἡμῖν γῆς καὶ τῶν γηΐνων τὸ ἐτάκη ἡ γῆ. Καὶ ἐν τῇ συντελείᾳ δὴ ἐρχομένης τῆς κρίσεως, ὁ οὐ ρανὸς καὶ ἡ γῆ παρελεύσονται, καὶ οἱ ἐν τῇ γῇ ἀποθανοῦνται. 74.5,6 Ει πα τοῖς παρανομοῦσι μὴ πα ρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. Μὴ ἐπαίρετε εἰς υ ψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Πλὴν ἀλλὰ καὶ τοῖς καθ' ο λης τῆς οἰκου μένης ε θνεσι διὰ τῶν ἀποστόλων ἐμαρτύρατο μὴ παρανομεῖν, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ. Παρανομοῦσι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ, οι τινες ἀκούοντες τῶν νόμων, οὐκ ἐ τήρουν αὐτούς. 74.8 Οτι ὁ Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. Ον θέλει δηλαδὴ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ. Η ταπεινοῖ μὲν τὸν ἐκ περιτομῆς λαὸν, ὑψοῖ δὲ τὸν ἀπὸ τῶν ἐθνῶν, κατὰ τὰ εἰρημένα ἐν ταῖς ἀραῖς· Οτι ὁ προσήλυτος ο ς ἐστιν ἐν σοὶ, ἀναμνήσεται ἐπὶ σὲ α νω, α νω· σὺ δὲ καταβήσῃ κάτω, κάτω. –Καὶ α λλως· τοῦτον ταπεινοῖ, τὸ φρόνημα τῆς σαρκὸς, καὶ τοῦτον ὑψοῖ, τὴν ψυχὴν καὶ τὸ πνεῦμα. Καὶ μέντοι αὐτὸς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ. Καὶ ταπεινοῖ μὲν ἀσεβεῖς, ὑψοῖ δὲ τοὺς ταπεινοὺς τῇ καρ δίᾳ. 74.9 Οτι ποτήριον ἐν χειρὶ Κυρίου, οι νου ἀκράτου πλῆρες κεράσματος. Κέρασμα τὸν οὐρανὸν ὀνομάζει. 74.10 Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρ τωλῶν συνθλάσω. Κλάσματα λέγει τὴν φθοράν. 75.3 Καὶ ἐγεννήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. ̓Αλλ' εἰ μὲν ὁ παρὰ ̓Ιουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος ἐπεφύλα κτο, λόγον α ν ει χε συγχωρεῖν ̓Ιουδαίοις αὐ τὸν ει ναι νομίζειν τὸν ὑπὸ τῶν γραφῶν δη λούμενον. Εἰ δὲ ου τος μὲν ἐκ βάθρων η ρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὁ τόπος τοῦ Θεοῦ, οὐκ α ν δύναιτο ἀληθῶς λογίζεσθαι τόπος ει ναι Θεοῦ, ὁ πολ λάκις ὑπὸ πολεμίων ἁλούς· διὸ οὐδ' ει ρηκεν ὁ προφήτης· ̓Εν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.