Unit 14 rem mid
Rem mid: Unit 14; lemma continues; spiritual reading with the letter.
Greek
ἀπαρχὴν τότε κολασθῇ καὶ τὰ λοιπὰ τῆς ἀπαρχῆς. Κατὰ μέντοι τὴν ἱστορίαν, ἡ δεκάτη πληγὴ τοῖς Αἰγυπτίοις ἐπαχθεῖσα, θάνατος η ν τῶν παρ' αὐτοῖς πρωτοτόκων, ἀπὸ ἀνθρώπων ε ως κτήνους, καὶ ι σως ἐπὶ μὲν τῶν ἀνθρώπων τῶν πρῶτον τεχθέντων, κυριολεκτοῦσαν ευ ρεν ὁ ∆αυὶδ τὴν πρωτότοκον φωνήν· ἐπὶ δὲ τῶν ἀλόγων ζώων ἀπαρχὴν πόνου τὰ πρωτότοκα ει πε· ταῦτα γὰρ τοῖς ζωοτροφοῦσιν ἀπαρχὴ πόνου γίνεται. ̓Ανῃρέθη δὲ τὰ μὲν τῶν ἀλόγων πρωτότοκα, ο πως ζημίᾳ ὑποπέσωσιν οἱ κεκ τημένοι· τὰ δὲ τῶν ἀνθρώπων ἐπὶ τῷ πειρα θῆναι συμφορᾶς τοὺς τοιούτους γονέας· α η τοι ἐπιτιμίαν ε σχον τὸ θανεῖν τῶν ἰδίων ἁμαρτιῶν. Η οὐδὲν ἐβλάπησαν, καὶ παιδεύ σεως α λλων ε νεκα τεθνήκασιν· ἀδιάφορον γὰρ τὸ τεθνάναι, καὶ τὸ ἐξ ἀνάγκης συμβαῖ νον. Πρὸς δ' ἀλήθειαν ἀνεξερεύνητα τὰ κρί ματα τοῦ Θεοῦ. Κατὰ δὲ ἀναγωγὴν, ἐπεὶ πνευματικῶς Αι γυπτος καλεῖται πᾶς ὁ περὶ γῆν τόπος, οἱ ἐν τούτῳ διατρίβοντες Αἰγύπτιοι προσαγορεύ ονται. Χάριτι ου ν Θεοῦ τούτων τῶν Αἰγυπ τίων τὰ πρῶτα γεννήματα τῆς ψυχῆς αὐτῶν ἀναιρεῖται, α νοια καὶ κακία τυγχάνονται. Πρὸ γὰρ τῶν ἀρετῶν καὶ ἐπιστημῶν, τῶν ὀφελί μων τέκνων, τῶν διανοιῶν κακία καὶ α γνοια ὑφίσταται. ̓Αλλὰ καὶ παντὰ τῷ κατὰ τέχνην η ἐπιστήμην ἐνεργοῦντι, οὐκ εὐθὺς τὸ ευ ποιῆσαν παραγίνεται, ἀλλὰ μετὰ τὸ ἀνεπι λήπτως εὐεργῆσαι. ̓Αναιρεῖται ου ν εἰκότως ἀπαρχὴ παντὸς πόνου ὡς φαύλη, ο τι δὲ περὶ ψυχῶν τὰ λεγόμενα σώμασι συμπεπλεγμέ νων, δῆλον ἀπὸ τοῦ προσκεῖσθαι ἐν τοῖς σκη νώμασι· σκηνώματα γὰρ ψυχῶν σώματα. Πονηρὸν ἐνταῦθα τὸν ἐπίπονον α γγελον καὶ πονηρὸν ει πεν, οὐ τῇ κακίᾳ πεποιουμένον, ἀλλὰ τοὺς πόνους καὶ ὠδύνας ἐνεργοῦντα. –̓Απαρχὴν ει ρηκε πόνων τὴν πληγὴν τὴν ἐπὶ τοῖς πρωτοτόκοις, οὐκ ἐπειδὴ πρῶτον ἐπ' αὐτοῖς η λγησαν, ἀλλ' ἐπειδὴ μείζονος ταύτης συμφορᾶς οὐκ ἀπέλαυσαν. Τὸ αι τιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς ει ρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή· καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸς πόνος λέγεται, καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύ τως. 77.52 Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ η γαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. ̓Εγὼ μέντοι εὑρίσκων γεγραμμένον ο τε διεμέριζεν ὁ Υψιστος ε θνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ ̓Ιακὼβ, πάλαι μὲν ὑπελάμβανον τούτῳ γεγονέναι κατὰ σύγχυσιν τῶν γλωσσῶν· σκοπῶν δὲ υ στερον, ευ ρισκον μὴ δύνασθαι τοῦτο πρὸ τῆς γενέσεως τοῦ ̓Ιακὼβ ἐπ' ἐκεῖνον τὸν χρόνον ἀναφέρεσθαι, ἐξέβη δὲ ἡνίκα ̓Ιουδαῖοι ἐξῆλθον ἐκ γῆς Αἰγύπτου, τότε πρῶτον ἐχρημάτισε μερὶς Θεοῦ ὁ ̓Ιακὼβ, τουτέστιν ὁ ἐξ ̓Ιακὼβ λαός. ̓Αλλ' ο περ ἐλέγομεν, τότε λαὸς Θεοῦ ὁ ̓Ισραὴλ ἐχρημάτισεν, ο τε τῆς Αἰγύπτου ἐξῆλ θε, καὶ ο τε μὲν η σαν ἐν Αἰγύπτῳ, ου πω η σαν ἀγέλη διεσκεδασμένοι ἐν αὐτῇ, διὸ ὡς πρόβατα αὐτοὺς ἀπαίρει Θεός· ἡνίκα δὲ συνάγει αὐτοὺς καὶ ποιεῖ ε ν, ἀπαίρων πρό τερον ἀπὸ παντὸς τοῦ κόσμου τὸν λαὸν αὐ τοῦ, ει τα ἀνάγων διὰ τῆς πολιτείας τῆς α νω φερούσης, καὶ ποιῶν α νω φέρεσθαι, καὶ ἐπὶ τὰ ἀνώτερα ὁδεύειν, ο περ οὐχ οι όν τε η ν αὐτοὺς ποιεῖν ἐν γῇ Αἰγύπτῳ, τότε ἑνώσας αὐτοὺς ποιεῖ ποίμνιον ε ν. Καὶ ἡμεῖς τοίνυν ο σον ἐπὶ τὸ αὐτὸ συναγόμεθα, τηροῦμεν τότε ποίμνης μυστήριον· ο τε δὲ ἀμελοῦμεν τῶν συνάξεων, μιμούμεθα τὰ ἀποσκιρτῶντα καὶ ἀπαιήσσοντα τοῦ ποιμνίου πρόβατα, καὶ δύ νανται καθ' ἡμῶν τῶν διασκεδασθέντων οἱ ἐχθροὶ καὶ τὰ θηρία τὰ ἐνεδρεύοντα, οἱ λύ κοι, ὡς μανθάνομεν ἀπὸ τῶν ποιμνικῶν. ̓Εάν ποτε ἐπιτιθῶνται ποίμνῃ, οὐ δύνανται ἐπιτίθεσθαι αὐτῇ συναχθείσῃ, ἀλλ' ἐπιτηροῦσί που πρόβατον ἀπονεμόμενον, κἀκείνῳ ἐπι βουλεύουσιν. Ει περ ου ν καὶ ἡμεῖς βουλόμεθα μὴ ἐπιβουλεύεσθαι ὑπὸ τῶν ἀντικειμένων δυνάμεων, μὴ καταλείπωμεν τὴν συναγω γὴν, ἀλλὰ συνερχώμεθα ἐπὶ τὸ αὐτὸ, τιμῶν τες τὴν τῆς ἀναστάσεως τοῦ Κυρίου ἡμῶν ἡμέραν, ι να συναχθῇ ὀστοῦν Χριστοῦ πρὸς ὀστοῦν, καὶ ἁρμονία, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρμα, η δη δὲ καὶ αἱ τρίχες. Η οὐκ οι δατε ο τι σῶμα τοῦ Χριστοῦ ἐστὲ, καὶ ἀναγ καῖον τοῦτο συνάγεσθαι, ι να μὴ λέγῃ περὶ ἡμῶν Χριστός· ∆ιεσκορπίσθη πάντα τὰ ὀσ τᾶ μου; 77.54 Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ο ρος ἁ γιάσματος αὐτοῦ, ο ρος τοῦτο ο ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Κατὰ δὲ ἀναγωγὴν, ο ρος ἁγιάσματος ἡ διῃρημένη καὶ ὑψηλοτάτη ἀρετὴ καὶ γνῶσις· εἰς η ν γνησίως εἰσάγει ὁ μόνος τέλειος διδάσ καλος ̓Ιησοῦς, ου κτῆμα πᾶσα ἀρίστη γνῶ σις καὶ θεωρητικὴ τῆς ἀληθείας ε ξις. Οθεν καὶ οἱ ταύτας τὰς διαθήκας κτώμενοι, κτή ματα Θεοῦ καλοῦνται. 77.55 Καὶ κατεσκήνωσεν ἐν τοῖς
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.