Fragmenta in Psalmos (Greek) · §u14-rem-early

Unit 14 rem early

Rem early: Unit 14; lemma and Origen’s theoria.

Greek

υ δατι, τὸ αἱματῶδες υ δωρ παρα σοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ι σον ε στιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότι μόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ο διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ ἐκ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζου σι διὰ φθορᾶς αι μα τὸ υ δωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀ πάτης καὶ τὸ τῶν ̓Ισραηλιτῶν ποτὸν τῷ μο λυσμῷ τοῦ ψεύδους αι μα ποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ο ντα οι ός ἐστιν. ̓Αλλ' οὐκ ἀχρειώ σειε καθόλου τὸ ποτὸν, κα ν ἐκ τοῦ προχεί ρου δι' ἀπάτην περιφοινίξῃ τὸ ει δος. Πίνει γὰρ ὁ ̓Ισραηλίτης τὸ ἀληθινὸν υ δωρ, οὐδὲ πρὸς τὸ ει δος τῆς ἀπάτης ἐπιστρεφόμενος. 77.45 ̓Εξαπέστειλεν εἰς αὐτοὺς κυνόμυ ιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς. ̓Εντεῦθεν εἰλήφθη τῷ γράψαντι τὴν ἐπι γεγραμμένην Σολομῶντι Σοφίαν, ο τι τοὺς Αἰγυπτίους ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα. Οὐ γὰρ χρεία πολλῶν πολεμίων, οὐδὲ μεγάλης δυνάμεως ἀναιρούσης αὐτοὺς, ἀλλ' ἀπέθνησκον ὑπὸ κυνομυίας καὶ βατρά χων δακνόμενοι· τοῦτο γὰρ δηλοῖ τό· κατέ φαγεν αὐτούς· ι να δὲ παριστήσῃ ὁ λόγος τὸ ὁ ἀναιδὲς τῆς κατὰ τὴν κυνόμυιαν μάστιγος, δύο ἀναιδῆ ζῶα συνέλαβε καὶ ὁμοῦ ὠνόμα σε. Σὺ δὲ ἐπισήμηναι ο τι τὸν περὶ τῶν Αἰγυπ τίων μαστίγων λόγον ἐν δυσὶ ψαλμοῖς ἐπι τεμνόμενος ὁ ∆αυὶδ, τῷ τε ἑβδομηκοστῷ ἑβ δόμῳ, ου ε τι ἐν χερσὶ τὰς λέξεις ε χομεν, καὶ τῷ ἑκατοστῷ τετάρτῳ, οὐ κατὰ τάξιν ἐξέθετο ταύτας, ου τε πάσας ὠνόμασε. Τὴν τρίτην γοῦν ἐνταῦθα καὶ τὴν ε κτην καὶ τὴν ἑνάτην ἀπεσιώπησε μάστιγα, τουτέστι τοὺς σκνί πας, τὰς φλυκταίνας καὶ τὸ σκότος· ἀντὶ δὲ τούτων ἐρυσίβην ει πε καὶ πάχνην· ἀνθ' ω ν μυσίτην η βροῦχον καὶ σκώληκα η κρύος οἱ λοιποὶ ἡρμήνευσαν. ̓Ερυσίβη δέ ἐστι κα τὰ μέν τινας, ἡ κονιορτώδης φθορὰ τοῦ σί του, η τὸ ἐπικάθιζον τοῖς καρποῖς παχνῶδες καὶ διαφθεῖρον αὐτούς. Κατὰ δέ τινας, ἀκρί δος γένος μικρὸν καὶ εὐτελὲς, ἀνθ' ου βροῦ χον ̓Ακύλας ἐκδέδωκε. Καί μοι μάστιγας Αἰγυπτίων εὐεργεσίαις ̔Εβραίων συγκρίνων, θαύμαζε ο τι Αἰγύπτιοι μὲν παρὰ τῷ ποτα μῷ διψῶσιν, ̔Εβραῖοι δὲ ἐν τῇ ἐρήμῳ εὐπο ροῦσιν υ δατος. Επινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· καὶ οἱ μὲν κατεσθίον ται καὶ διαφθείρονται ὑπὸ κυνομυίας καὶ βατράχων, ζώων εὐτελεστάτων· τοὺς δὲ υἱοὺς τοῦ Θεοῦ οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες· οἱ γὰρ ἀλλότριοι τοῦ Θεοῦ καὶ παρὰ τοῖς νομιζομένοις α ποροί εἰσι καὶ ὑπὸ τῶν τυχόντων διαφθείρονται. ̓Εὰν δέ τις ῃ α γιος καὶ ἐν ἀπόροις, οὐκ ἀπορεῖ καὶ ὑπὸ τῶν χαλεποτάτων καὶ βλάπτεται, λαβὼν ἐ ξουσίαν πατεῖν ἐπάνω ο φεων καὶ σκορπίων. Ταῦτα, ἐπεὶ ει ς η ν Θεὸς εὐαγγελίου καὶ νό μου, γεγένηται, καὶ τότε καὶ δράκοντες ἐπα ναστάντες τῷ λαῷ, τοῖς ἡμαρτηκόσιν, οι ς ἡ ἀνδραποδώδης τῶν ἐδωδίμων ἐδωδὴ τὴν ἐπιθυμίαν τῆς γαστριμαργίας ἐπήγειρε, καὶ τὸν Αἰγύπτιον κόρον ὠνειροπόλει, καίτοι τῶν ἀναγκαίων οὐδενὸς ὑστερούμενοις) ο τε με τανόησαν, οὐδὲν αὐτοὺς βλάψαι δεδύνηνται. 77.46 Καὶ ε δωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν. Καὶ τὸν μὲν Αἰγύπτιον καρπὸν δέδωκεν ὁ Θεὸς τῇ ἐρυσίβῃ· ὁ δὲ δίκαιος ε σται ὡς ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. 77.4851 Καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν, καὶ τὴν υ παρξιν αὐτῶν τῷ πυρί. ̓Εξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστο λὴν δι' ἀγγέλων πονηρῶν· ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρω τότοκον ἐν Αἰγύπτῳ, ἀπαρχὴν πόνων αὐ τῶν, ἐν τοῖς σκηνώμασι Χάμ. Κατὰ δὲ τροπολογίαν, ἀναιρεῖ τὰς ἁμαρ τωλὰς ψυχὰς ὁ Θεὸς, ἐπαγαγὼν αὐταῖς τὸν ἐπὶ καταλύσει τῆς μοχθηρᾶς ζωῆς θάνατον, ι να ζῆν ποιήσῃ, καὶ συγκλείει τὰς ἀλόγους αὐτῶν δυνάμεις, κτήνη λεγομένας, εἰς τοῦ τον τὸν θάνατον· ω στε ἀποβαλεῖν τὴν φαύ λην ζωῆν, καὶ τὴν ἐμπαθῆ κίνησιν. Ωσπερ δὲ οἱ πρωτότοκοι τὰ διπλᾶ κληρονομοῦσι, καὶ πλείονα τιμὴν ε χουσι παρὰ τοῖς γονεῦσι, καὶ εἰσὶ πρωτότοκοι Θεοῦ οἱ ἀπογεγραμμέ νοι ἐν οὐρανῷ, τὸν αὐτὸν τρόπον καὶ οἱ τῶν Αἰγυπτίων πρωτότοκοι διπλῆν τὴν κόλασιν κληρονομοῦσι. Καὶ ει η α ν πρωτότοκος τῷ διαβόλῳ ὁ πρῶτος αὐτῷ γεννηθεὶς ἐν δόγ ματι ἀλλοτρίῳ σωτηρίας, οι ον Μαρκιωνισταὶ οὐκ εἰσὶ πρωτότοκοι, ἀλλὰ Μαρκίων. Καὶ ω σπερ ἡ ἀπαρχὴ τῶν ἁγίων ἀνάκει ται τῷ Θεῷ, ου τως ἡ τῶν Αἰγυπτίων τῷ πα ταγμῷ, ι να μετὰ τὴν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.