Fragmenta in Psalmos (Greek) · §u15-rem-close

Unit 15 rem close

Rem CLOSEOUT: Unit 15 CLOSEOUT.

Greek

ἀ ποθνήσκετε, καὶ ὡς ει ς τῶν ἀρχόντων πίπ τετε. Θεοί εἰσιν ο σοι ε χοντες τὸν Λόγον, τηροῦ σιν· ὁ γὰρ ἐνὼν αὐτοῖς Λόγος, οὐκ ἐᾷ ἀπο θνήσκειν αὐτοὺς, ζωὴ τυγχάνων. ̓Επειδ' α ν δὲ ἀποβάλωσι τὸν Λόγον, ο ντα ζωὴν, ἀποθ νήσκουσι· ἀποθνήσκουσι δὲ οὐχὶ τὸν κοινὸν θάνατον, ἀλλὰ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ, πίπτοντες παραπλησίως ἑνὶ τῶν ἀρχόντων· ου τος δέ ἐστιν ὁ διάβολος. 82.4 ̓Επὶ τὸν λαόν σου κατεπανουργεύ σαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. ̔Ο δὲ Σύμμαχος ου τως· Κατὰ τὸν λαόν σου πανούργως ὁμιλοῦσι, καὶ συμβουλεύον ται κατὰ τοῦ ἀποκρύφου σου. ̓Επειδὴ γὰρ ἐξ αὐτῶν ε μελλεν βλαστήσειν ὁ Χριστὸς, συνελήλυθε δὲ τὰ ε θνη πρόῤῥιζον ἀνασπᾶσ θαι τῶν ̓Ιουδαίων τὸ ε θνος, διδάσκει τὸ α γιον Πνεῦμα, ο τι οὐ καθ' ἡμῶν κέχρηνται ταῖς ἐπιβουλαῖς, ἀλλὰ καὶ κατὰ τοῦ ἐν ἡμῖν ἀποκεκρυμμένου Χριστοῦ, ο ν ἀνθήσειν ἐκ τῆς ̓Ιουδαίας φυλῆς προσηγόρευσε· τῆς γὰρ ῥίζης ἑκτεμνομένης, πόθεν ὁ καρπὸς φυή σεται; 82.5 Ει παν· ∆εῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ε θνους, καὶ οὐ μὴ μνησθῇ τὸ ο νο μα ̓Ισραὴλ ε τι. Οἱ μὲν θεομάχοι οὐ βούλονται ε θνος Θεοῦ ἐν ἀνθρώποις ἐφεστάναι, ἀλλὰ καὶ τὸ ο νομα τοῦ ̓Ισραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν· ὁ δὲ Θεὸς ἀεὶ ε θνος ἐπὶ γῆς ἑαυτῷ καταρτίζων, καὶ μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συνεστήσατο, τὸ καινὸν καὶ νέον ε θνος, τὸ καθόλου τῆς οἰ κουμένης. 82.7-9 Τὰ σκηνώματα τῶν ̓Ιδουμαίων, καὶ οἱ ̓Ισμαηλῖται, Μωὰβ καὶ ̓Αγγαρηνοὶ ... καὶ ̓Ασσοὺρ συμπαρεγένετο μετ' αὐτῶν. ̓Ισμαὴλ, εἰσακουσμένος Θεοῦ. ̓Αμαλὴκ λαὸς ἐκ λείχων. ̓Ασσοὺρ, εὐθὺς ἀτείχιστος· δηλοῖ δὲ ὁ λαὸς ̓Αμμονιτῶν καὶ Μωαβιτῶν διαφερόντως τοῦ Θεοῦ θρασυνθέντας καὶ τὰ λοιπὰ συναγείραντας ε θνη. 82.13 Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυ σιαστήριον τοῦ Θεοῦ. Ψυχὴ δὲ καθαρὰ, κλῆρος Θεοῦ. 82.14-19 Θοῦ αὐτοὺς ὡς τροχὸν κτλ. Πρῶτον, θοῦ αὐτοὺς ὡς τροχόν· δεύτε ρον, ὡς κάλαμον· τρίτον, ὡσεὶ πῦρ· τέταρ τον, ὡσεὶ φλόγα. Πέμπτον, ου τως καταδιώ ξεις· ε κτον, ἐν τῇ ὀργῇ σου· ἑπτὸν, πλήρω σον· ο γδοον, ζητήσουσιν· ε ννατον, αἰσχυνθή τωσαν· δέκατον, ἐντραπήσονται· ἑνδέκατον, γνώτωσαν. ̔Ο Θεός μου, φησὶν, ου τως αὐ τοὺς παρήγαγεν καὶ παρακύκλωσε ταῖς ἁ μαρτίαις, η γουν τιμωρίαις, ὡς μηδεμίαν αὐ τοῖς ἀνάπαυσιν γενέσθαι ὡς πάντων τροχῶν, φησὶ, παράγεσθαί τε καὶ κυλίεσθαι· ὁ τρο χὸς μὲν γὰρ ἀφάπτεται τῆς γῆς. 82.19 Καὶ γνώτωσαν ο τι ο νομά σου Κύ ριος. Εἰς αὐτὴν ἁμαρτάνει γνῶσιν, ὁ τὸν πεφυ κότα νοῦν ὁρᾶν τὴν γνῶσιν ἁμαρτάνειν κα τεργάζων. 83.3 ̓Επιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Ζητήσεις πόθεν ἐπιποθεῖ ἡ ψυχὴ, οὐ τὸ ἐπιποθεῖν μόνον, ἀλλὰ καὶ τὸ ἐκλείπειν εἰς τὰς αὐλὰς τοῦ Κυρίου; πότερον ὑπομνησ θεῖσα; σὰρξ δὲ ἀγάλλεται ἐπὶ Θεὸν ζῶντα, ἐπείπερ ο ψεται τὸ σωτήριον τοῦ Θεοῦ. – Αὐλαὶ Κυρίου αἱ θεωρίαι τῶν γεγονότων σωμάτων εἰσίν. ἐν ταύταις γὰρ ἡμεῖς δεῖ γενέσθαι τὸ πρότερον, εἰθ' ου τως εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ο στις ἐστιν ἡ θεωρία τῶν ἀσωμάτων. 83.4 Καὶ γὰρ στρουθίον ευ ρεν ἑαυτῷ οἰ κίαν, καὶ τρυγὼν νοσσίαν ἑαυτῇ, ου θήσει τὰ νοσσία αὐτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Βούλεται εἰπεῖν ο τι ὡς στρουθίου δίκην, καὶ ἡμεῖς ἐπλανώμεθα· ὡς γὰρ ἐκεῖνα τοῦ μὴ ε χειν καλιὰν πλανᾶται, πηξάμενα δὲ ἐν αὐτῇ διατρίβουσι, καὶ τὰ νοσσία ἐκθάλπου σιν, ου τως καὶ ἡμεῖς πάλαι μὲν ἐπλανώμε θα. Νῦν δὲ ὑπὸ τῆς θείας χάριτος προκλη θέντες, παρὰ τὰς σκηνὰς καὶ τὰ θυσιαστή ριά σου, τοὺς ἰδίους ἐκπαιδεύομεν νεοττούς. –Καὶ ̓Ακύλας ου τως· Καίγε ο ρνεον ευ ρεν ἑαυτοῦ οι κον, καὶ στρουθὸς νοσσίαν ἑαυτῷ, ου ε θετο τὰ νοσσία. Εθος δὲ τῇ γραφῇ τρυ γῶσιν ἀφομοιοῦν τοὺς ἁγίους μυσταγωγοὺς, οἱ τῷ ἐπεικεῖ τρόπῳ τοὺς νεοττοὺς θάλπουσι παρὰ τοῖς θείοις θυσιαστηρίοις, ω σπερ τρυ γόνες· οι ς καὶ ἡδεῖς εἰσιν οἱ τούτων λόγοι, ὡς τρυγόνων πνευματικῶν. Η ου τως· στρου θία μὲν τῶν ἀνθρώπων αἰνίττεται τὰς ψυχὰς τὰς ὑπὸ τοῦ νοητοῦ ἐχθροῦ ἀγρευομένας· τρυγόνες δὲ τὰς ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ ζώσας ψυχάς· λέγει ου ν ο τι πᾶσα ψυχὴ ταύ την εὑρήσει καταφυγὴν, τὴν εἰς τὸ θυσιασ τήριόν σου ει σοδον. ∆εῖ πρότερόν τινα σπου δάσαι ἑαυτῷ οι κον εὑρεῖν, ἐν ῳ δυνήσεται δέξασθαι Θεὸν, ε πειτα δὲ καὶ α λλους ποιῆ σαι οι κους Θεοῦ. Χρησώμεθα δὲ τοῖς ῥητοῖς πρὸς τοὺς ἀκαθάρτους ἀνθρώπους καὶ διδάσ κειν ἐπιχειροῦντας. Κατὰ τὴν ε ννοιαν τοῦ ῥη τοῦ,

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.