Fragmenta in Psalmos (Greek) · §u22-rem-close

Unit 22 rem close

Rem CLOSEOUT: Unit 22 CLOSEOUT.

Greek

ποιοῦντας παρὰ Θεῷ. 108.4 ̓Αντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. ̓Εντεῦθεν γινώσκομεν ο τι, τινὸς κατηγο ρουμένου ἡμᾶς, δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν, ι να μήποτε μνησικακίᾳ περιπεσόν τες, ἐκκρουσθῶμεν ἀπὸ τῆς γνώσεως. 108.7 Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Οταν αἰτῶμεν ἐπίγεια, καὶ οὐκ ἐπουρά νια, ἡ προσευχὴ ἡμῶν γίνεται εἰς ἁμαρτίαν. 108.8 Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλί γαι. Αἱ ὑπὸ τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι [οὐκ εἰσὶν ὀλίγαι]· περὶ γὰρ τοῦ ̔Αβραὰμ ε χει ο τι ἀπέθανε πλήρης ἡμερῶν. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ε τερος. Τὸ περὶ τοῦ Ματθία φησίν· αὐτὸς γὰρ ἐλογίσθη εἰς τὸν κλῆρον. Τοῦτον τὸν στίχον ἐπὶ τοῦ ̓Ιούδα ὁ Πέτρος τέθεικεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. 108.9,10 Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρ φανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· ἐκβλήτω σαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Εστιν ε τι τῷ ῥητῷ καὶ ου τως χρήσασθαι, ο τι πᾶς ὁ διδάσκων, ὡς ̓Ιησοῦ τὰ ἀλλότρια αὐτοῦ, προδίδουσι τὸν ̓Ιησοῦν ὡς ὁ ̓Ιούδας· ου γυνὴ μὲν ἡ τῶν πονηρευομένων ἐν τοῖς λόγοις αὐτοῦ ἐκκλησία, τέκνα δὲ ὁ καθ' ε να τῶν μα θητευομένων. Τὰ ου ν λεγόμενα περὶ γυναι κὸς ̓Ιούδα καὶ τέκνων, τούτοις ἐφαρμώσεις. ̓Ιούδας μὲν ὁ κατὰ ̓Ιησοῦ παρὰ ̓Ιουδαίοιςλόγος, γυνὴ δὲ ἡ συναγωγὴ, τέκνα δὲ ὁ κα θεῖς ἐκ τῶν μισούντων ̓Ιησοῦν τοῦ λαοῦ. Καὶ τάχα νῦν ἐπώνυμοί εἰσιν, οὐκέτι τοῦ πατριάρχου ̓Ιούδα, ἀλλὰ τοῦ προδότου. ̓Εξεβλήθησαν δὲ ̓Ιουδαῖοι ἐκ τῶν οἰκοπέδων αὐτῶν, α τινα η ν ̔Ιερουσαλήμ. 108.11 ̓Εξερευνησάτω δανειστὴν πάντα ο σα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλ λότριοι τοὺς πόνους αὐτοῦ. Οἱ τὰ ὀκτὼ τάλαντα εἰληφότες, ο μὲν πέντε, ὁ δὲ δύο, ὁ δὲ ε ν, καὶ οἱ μίαν μνᾶν πεπιστευμένοι, ἐπὶ τῷ δανείζειν ταῦτα εἰ λήφασιν, ὡς δῆλον ἐκ τοῦ· Εδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἑξῆς. ἀλλὰ καὶ ὁ δίκαιος ο λην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει, καὶ ἐν ἐπαγγελίᾳ λέγεται· ∆ανείζει ἐν ε θνεσι πολλοῖς. Κατὰ δὲ ταῦτα ζητήσεις, εἰ τῶν μὴ ἀποδιδόντων α ἐδάνει σαν τό· ἐξερευνᾷ ὁ δανειστὴς πάντα τὰ ὑ πάρχοντα αὐτῷ. 108.12 Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Μηδεὶς ἐλεήσῃ τὰ ἐκ τῶν ἐπισπειρομένων ζιζανίων γεννήματα. Ει τις ἐξετάζοι α πε πόνθασιν οἱ ̓Ιουδαῖοι μετὰ τὴν παρουσίαν Χριστοῦ, ο ψεται πῶς τῷ ̓Ιούδᾳ οὐχ ὑπῆρξεν ἀντιλήπτωρ, οὐδὲ ἐγεννήθη οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. 108.14 ̓Αναμνησθείη ἡ ἀνομία τῶν πατέ ρων αὐτοῦ ε ναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Πατέρας αὐτῶν καλεῖ τοὺς κατὰ διαφό ρους καιροὺς δυσσεβήσαντας· μητέρα δὲ, τὴν ̔Ιερουσαλὴμ, ἐν ῃ τῆς κατὰ τοῦ δεσπό του Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μῦσος. – Η αὐτοῦ τοῦ λαοῦ [ἡ ἀνομία]· συνάπτει γὰρ τῷ προδότῃ τὸν παράνομον λαὸν, καὶ ἁμαρτίαν τῶν πατέρων φησὶ τὸ ἀποκτεῖναι τοὺς προφήτας, κατὰ τὸ εἰρημένον ἀπὸ Κυρίου, ο τι πᾶν αι μα δίκαιον ἐκχυθὲν ἀπὸ τοῦ Αβελ ε ως Ζαχαρίου τοῦ προφήτου ἐκ δικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Μητέ ρα δὲ τοῦ ἀσεβοῦς λαοῦ τὴν πονηρὰν ἐκεί νην νοήσεις συναγωγὴν, τὴν πολλάκις πα ραπικράνασαν τὸν Θεόν. – Πατέρων ἀρετὴ πολλάκις καὶ πλημμελήσαντας ὠνήσει παῖ δας, ὡς τοὺς ̓Ιουδαίους τοῦ ̔Αβραὰμ ἡ πίστις· πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπάξει τὴν τιμωρίαν. Τοῦτο τοίνυν αἰνίττε ται ὁ προφητικὸς λόγος, ο τι οἱ ̓Ιουδαῖοι τὴν πανολεθρίαν ὑπομείναντες πρὸς ταῖς οἰκεί αις ἀσεβείαις, καὶ τῇ μνήμῃ τῶν πατρῴων κακῶν φανήσονται βδελυρότεροι. 108.15 Γενηθήτωσαν ἐναντίον Κυρίου δια παντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημό συνον αὐτῶν. ̓Αντὶ τοῦ· Ταῦτα, φησὶ, τὰ ὑπ' αὐτῶν τολ μήματα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμίας αὐτοὺς ἀξιώσει φείδους, ἀλλὰ πα νολεθρίᾳ παραδώσει· ἐξολοθρεύθη γὰρ ἐκ γῆς τὸ μνημόσυνον τῶν ἀρχόντων ἐκείνων, τῶν κατὰ τοῦ Κυρίου συστάντων, ὡς μηδὲ σπέρ μα αὐτῶν εἰς μνημόσυνον μεῖναι. 108.17 Καὶ ἠγάπησε κατάραν, καὶ η ξει αὐτῷ, καὶ οὐκ ἐθέλησεν εὐλογίαν, καὶ μα κρυνθήσεται ἀπ' αὐτοῦ. Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ε ρχεται ἡ κατάρα, δηλονότι καὶ τῷ ἀγαπῶντι τὴν εὐ λογίαν, ε ρχεται ἡ εὐλογία. –Καὶ πάλιν, εἰ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ε ρχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ε ρχεται ἡ κατάρα. Καὶ τίς θέλει ἐλθεῖν αὐτῷ κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι' ω ν πράττουσι, θέλουσι τὴν κατάραν. Εἰ γὰρ καὶ μὴ ε θελον, οὐκ α ν τι τῶν κατάρας ἀξίων κα τειργάσαιντο. Καὶ ὡσαύτως καὶ ἐπὶ τοῦ θέ λειν τὴν εὐλογίαν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.