Fragmenta in Psalmos (Greek) · §u22-rem-mid

Unit 22 rem mid

Rem mid: Unit 22; lemma continues; spiritual reading with the letter.

Greek

αὐτῶν. Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ, γνῶσις σωμάτων καὶ ἀσωμάτων. 106.33 Εθετο ποταμοὺς εἰς ε ρημον. Ου τοι οἱ ποταμοί εἰσιν περὶ ω ν ει πεν ὁ Σωτὴρ ἐν τοῖς εὐαγγελίοις· Οἱ καταστρέ φονται οι κον τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος ἐπὶ τῆς ψάμμου. 106.34 Γῆν καρποφόρον εἰς α λμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Οσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν ο τι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν τῶν κατοικούντων ἐν αὐτῇ. 106.37,38 Καὶ ε σπειραν ἀγροὺς, καὶ ἐ φύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος, καὶ εὐλόγησεν αὐτούς. Οἱ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβάλλοντες διὰ τὰς τῶν ἀποστόλων πα ραδόσεις, ἐν ταῖς τῶν ἀνθρώπων κατασπεί ρουσι ψυχαῖς, φυτεύουσί τε ἀμπελῶνας, τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας. Οὐ πάντες οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς, εὐλογοῦν ται, ἀλλ' οἱ ποιοῦντες καρποὺς πνευματι κούς· ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χάρα, εἰρήνη, μακροθυμία, πίστις, πραΰτης, ἐγκρατεία. 106.40 Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. Οἱ ̓Ιουδαῖοι παρῃτήσαντο τὴν ἐφ' η ν ἐκ λήθησαν, εὐθεῖαν ὁδόν· πλάνην μὲν γὰρ ὁ Θεὸς οὐκ ἐπάγει, τοὺς δὲ μὴ πειθομένους ἀκυβερνήτους ἐᾷ, καὶ πανταχοῦ πλανῶνται, τὸν ὁδηγοῦντα ἀποβαλόντες. ̔Ο δὲ Σύμμαχος μελλητικῶς, οι ον· καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. 106.41 Καὶ ἐβοήθησαν πένητι ἐκ πτω χείας, καὶ ε θετο ὡς πρόβατα πατριάς. Τίς δὲ ὁ βοηθηθεὶς πένης; ὁ ἐξ ἐθνῶν λαός· τῇ γὰρ τοῦ Χριστοῦ πτωχείᾳ ἡμεῖς ἐπλουτίσθημεν· πατριὰν δὲ ὀνομάζει τὸ σύσ τημα τῶν τὸν θεῖον κατάλογον συμπληρούν των, τουτέστι συντελούντων. [ ̔Ο μὲν ̓Ακύλας· θήσει ὡς ποίμνιον συγγενείας]. ̔Ο δὲ Σύμ μαχος· Τάξει ὡς ποίμνια τὰς συγγενείας, τὰς κατὰ πόλεις καὶ χώρας ἐκκλησίας, ἐκ διαφόρων συνεστῶσας συγγενειῶν. Ταῦτα δὲ μέλλοντα ε σεσθαι ου πως δὲ κατὰ τὸν ἐν ῳ προυφήτευσε καιρὸν, ο ντα προεθέσπισεν. ∆ιό φησιν· 106.42 Οψονται εὐθεῖς, καὶ εὐφρανθήσον ται· καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Οψονται εὐθεῖς· τί ο ψονται; τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Τότε ἡμεῖς γενόμεθα πρόβατα, ο ταν ὁ Κύριος γένηται ποιμήν. Τὸν α νομον ἀνομίαν ὀνομάζει. 107.2 ̔Ετοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοί μη ἡ καρδία μου· ᾳ σομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. ̓Επείπερ οὐ τοῦ τυχόντος ε στιν ᾳ δειν καὶ ψάλλειν, ἀλλὰ τοῦ καθαροῦ τῇ καρδίᾳ καὶ τεθαῤῥηκότος· τὸ γὰρ δὶς ἑτοίμη ἀναφέρε ται, τὸ μὲν διὰ τὴν θεωρίαν, τὸ δὲ διὰ τὴν πρᾶξιν· καὶ διὰ μὲν τὴν θεωρίαν, τὸ ᾳ σο μαι· διὰ τὴν πρᾶξιν δὲ, τὸ ψαλῶ. ̓Εν τῇ δό ξῃ δέ τις γενόμενος, ᾀδέτω καὶ ψαλλέτω. 107.3 ̓Εξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ο ρθρου. Τοῦ νοῦ μὲν σύμβολόν ἐστι τὸ ψαλτή ριον, τῆς δὲ ψυχῆς ἡ κιθάρα. Καὶ νοῦς μὲν ἐγείρεται ἀποβάλλων α γνοιαν, ψυχὴ δὲ κα κίαν. Ψυχὴν δὲ λέγω τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ο περ ἐστὶ τὸ θυμικὸν καὶ τὸ ἐ πιθυμικόν. – ̓Αλλὰ καὶ οι ς ἀνετείλετο φῶς τὸ ἀληθινὸν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως πε ριπατοῦντες, ἐναρμονίως μελῳδοῦσι τῷ Σω τῆρι Θεῷ. 107.5 Καὶ ε ως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὴν τοῦ Θεοῦ ἀλήθειαν αἱ λογικαὶ νεφέ λαι γινώσκουσιν, αι ς ἐντέλλεται μὴ βρέξαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὑετόν. 107.6 ̔Υψώθητι ὑπὸ τοὺς οὐρανοὺς, ὁ Θεός. Οτε ὁ Χριστὸς εἰρηνοποίησε διὰ τοῦ αι ματος τοῦ σταυροῦ αὐτοῦ, ει τε τὰ ἐπὶ γῆς, ει τε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπέφανεν ἐν ταῖς ἐκκλησίαις ἡ δόξα τοῦ Θεοῦ, ὑψώθη ἐπὶ τοὺς οὐρανοὺς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Κυρίου. 107.8 ̔Ο Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. ̔Ο α γιος τοῦ Θεοῦ ἐστίν. 107.10 Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν ̓Ιδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Εἰς πρόσωπον ει η τοῦ Σωτῆρος, ὁ ταῦτα λέγων· ἐπεὶ μεταλαμβάνεται ̓Ιδουμαία εἰς τὰ γήϊνα, ἐρεῖ ἐπὶ τὴν γῆν καὶ τὰ γήϊνα τὴν πορείαν ποιήσεσθαι· σύμβολον γὰρ κεκα λυμμένον πορείας τὸ ὑπόδημα. Πάλιν μὲν γὰρ γυμνῇ τῇ πορείᾳ ε χρητο, κτίζων, προ νοούμενος· νῦν δὲ μετὰ σαρκὸς η ς παράκει ται, καὶ ὑπόδημα αὐτοῦ τυγχάνει. –Εἰ ὁ α ρχων τοῦ κόσμου τούτου ἐξηβλήθη ἀπὸ τοῦ Σωτῆρος ε ξω, πόσῳ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες ὑπ' αὐτοῦ. 107.13 ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων. ̔Η σωτηρία τῆς λογικῆς φύσεως πνευμα τικὴ γνῶσίς ἐστι, διὸ καλῶς γέγραπται ο τι παρὰ ἀνθρώπων σωτηρία ματαία ἐστίν. 108.3 Καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Λόγους μίσους ὠνόμασεν, η τοι τοὺς ἀπὸ μίσους προσφερομένους, η τοὺς μισητοὺς ἡ μᾶς

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.