Fragmenta in Psalmos (Greek) · §u23-open

Fragmenta in Psalmos (Greek) Unit 23 opening

Unit 23.

Lemma-led open — νοητέον· οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν, ου τος εὐλογεῖται, ἀλλ ὁ παρέχων ἑαυτὸν α ξιον

Greek

νοητέον· οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν, ου τος εὐλογεῖται, ἀλλ' ὁ παρέχων ἑαυτὸν α ξιον τῆς εὐλογίας Κυ ρίῳ δι' ε ργων ἀγαθῶν. 108.19 Καὶ ἐνεδύσατο κατάραν, ὡς ἱμά τιον. Εἰ ἐνδύονται κατάραν, ὡς ἱμάτιον, οἱ λα λοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Σωτῆ ρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονη ρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦν τες αὐτὸν, α ρα ἐνδύσονται κατάραν, ὡς ἱμά τιον, καὶ διπλοΐδα αἰσχύνην αὐτῶν. – Ωσ περ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κα κῶν ἐκδύει ὁ Σατανᾶς, ου τως καὶ τοὺς κα τάραν ἐκδυσαμένους διὰ τῶν ἀρετῶν ἐνδύει ὁ Χριστός. 108.22 Καὶ ἡ καρδία μου τετάρακται ἐν τός μου. Εἰ καὶ τετάρακταί μου ἡ καρδία, ἀλλ' οὐχ ω στε μου καὶ ε ξωθεν φθάσαι τὴν ταραχὴν αὐτῆς ἐπὶ λόγον η πρᾶξίν μου· τοιοῦτόν ἐσ τιν καὶ τό· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐτα ράχθη. 108.23,24 ̔Ωσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανηρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας. Τὸ σφοδρὸν τῆς ἐπιβουλῆς τῶν ἀδικησάν των λέγει, τὴν κακουχίαν τὴν α φατον, καὶ τὴν παρ' ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖς τοιούτοις σπουδήν. Τὰ γόνατά μου, φησὶν, ἠσθένησαν ἀπὸ νηστείας. ̔Ορᾷς αὐτὸν οι α κατασκευάζει ο πλα πρὸς τὰς ἐπιβουλὰς καὶ πρὸς τὴν τοῦ αὐχμοῦ κακουχίαν, διὰ τούτων τὸν θάνατον παρεδήλωσε· σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ, παραπλησίως ἐδε ξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπὸ ἀνέμων ῥιπτομένων. καὶ τῇδε κἀκεῖσε περιφερομένων, ἀεὶ διετέλεσα. – ̓Απὸ νηστείας, ο τε τεσσαράκοντα ἡμέραις ἐνήστησε καὶ τεσσαράκοντα νυξί. 108.25 Ει δοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυ ροῦ· ἐκίνουν γὰρ οἱ ̓Ιουδαῖοι τὰς κεφαλὰς αὐτῶν λέγοντες· Αλλους ε σωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 108.29-31 ̓Ενδυσάσθωσαν οἱ ἐν διαβάλ λοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. ̓Εξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ο τι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν κατα διωκόντων τὴν ψυχήν μου. ̓Εντροπὴν ἐνδύονται οἱ ἐνδιαβάλλοντες τὸν δίκαιον. – ̔Ο μὲν Σαμουὴλ ἐνδύεται διπλοΐδα, η ν πεποίηκεν αὐτῷ ἡ α νω ̔Ιερου σαλὴμ, η τις ἐστὶ μήτηρ ἡμῶν· οἱ δὲ ἁμαρ τωλοὶ ἐνδύονται διπλοΐδα αἰσχύνην αὐτῶν. –̔Η ἐξομολόγησις τὴν εὐχαριστίαν σημαί νει, η ν ποιεῖται διὰ τῶν εἰς αὐτὸν πιστευόν των ἐθνῶν· κεφαλὴ γὰρ τῆς ἐκκλησίας τυγ χάνων, τὸν αὐτῆς οἰκειοῦται υ μνον. –Πα ρέστη δὲ Πατὴρ ἐκ δεξιῶν Υἱοῦ τοῦ πτωχεύ σαντος, ἀχώριστον τὴν οἰκίαν ποιησαμένου, διὰ τὴν τοῦ Υἱοῦ πρὸς τὴν ἀνθρωπότητα ε νωσιν, κα ν συνεχώρει τὸ πάθος, ἐπειδὴ δι' αὐτοῦ τὸ τοῦ κόσμου σωτήριον γίνεσθαι ε μελλεν. ̓Αντὶ δὲ τούτων ἁπάντων ἀμοιβὰς ἀνατίθεται τῷ Θεῷ, τὴν ὑμνολογίαν, τὴν εὐ χαριστίαν, τὸ παράπασιν ἀπαγγέλλειν αὐτοῦ τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρῳ κήρυ κα γενέσθαι τῶν αὐτῷ ὑπαρξόντων. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τὸ τὰς εὐεργε σίας τοῦ Θεοῦ διὰ παντὸς ἐπὶ μνήμης φέ ρειν καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ στόματος ἀνακηρύττειν. –Ει τίς ἐστι δε ξιὸς, ου τος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἰ δέ τις ἐν δεξιᾷ παρίσταταί τι νι, ου τος οὐ πάντως ἐστὶ καὶ δεξιός· καὶ γάρ· ̔Ο διάβολος, φησὶ, στήτω ἐκ δεξιῶν αὐτοῦ. 109.1-6 Ει πεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ε ως α ν θῶ τοὺς ἐχ θρούς σου ὑποπόδιον τῶν ποδῶν σου. – ̔Ράβ δον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν, κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. –Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμε ώς σου, ἐν τοῖς λαμπρότησι τῶν ἁγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. – Ωμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. –Κύριος ἐκ δεξιῶν σου, συ νέθλασε ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. – Κρινεῖ ἐν τοῖς ε θνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.