Fragmenta in Psalmos (Greek) · §u23-rem-early

Unit 23 rem early

Rem early: Unit 23; lemma and Origen’s theoria.

Greek

ἐπὶ γῆς πολλῶν. Χάριτι Θεοῦ αὐτοῦ μὲν ἀκούει ὁ προφήτης α ει πε Χριστῷ, ἐν τοῖς πρώτοις δύο στίχοις καὶ τοῖς μετὰ τὸν τρίτον τέτταρσι· κινούμε νος δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος, λέγει τὰ ἐκ προσώπου αὐτοῦ τρία στιχία τοῖς μετὰ τὸν ε βδομον. Εἰς τὸν Κύριον ἡμῶν καὶ Θεὸν τὸν Χριστὸν ει ρηται, τὸν μονογενῆ καὶ πρωτό τοκον· πρωτότοκον μὲν κατὰ τὴν σάρκα, μονογενῆ δὲ κατὰ τὴν θεότητα· ει ς γὰρ σὺν ἀμφοτέροις καὶ Υἱὸς καὶ Κύριος. ̓Επιτρέ πεται δὲ καθίσαι οὐχ ὡς μονογενὴς, κατὰ τοῦτο γὰρ συναΐδιος, ἀλλὰ ὡς πρωτότοκος καὶ κληρονόμος. ∆ηλωθέντος γὰρ διὰ τοῦ προλαβόντος ψαλμοῦ τοῦ πάθους, νῦν τὰ μετὰ τὴν ἀνάληψιν ὁ παρὼν προθεσπίζει. Τοῦτο καὶ Πέτρος εἰς τὸν Κύριον ἐξελά βετο, καὶ αὐτὸς ὁ Σωτὴρ, οὐκ ἐκβάλλων τὸ ει ναι υἱὸν τοῦ ∆αυὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς· (Τὸ μὲν γὰρ ει ναι υἱὸν τοῦ ∆αυὶδ τὸν Χριστὸν οἱ Φαρισαῖοι ἐγίνωσκον, ο τι δὲ κύριος η ν τοῦ ∆αυὶδ ἠγνόουν). Κάθου ἐκ δεξιῶν μου, ἀντὶ τοῦ· μετέδωκε τῷ Κυρίῳ μου ὁ Κύριος τῆς ἐκ δεξιῶν καθέδρας, μετέδωκε δὲ διὰ τὴν σάρκα, τὴν μὴ ε χουσαν τοῦτο πρὸ τού του, οὐ διὰ τὴν θεότητα, τὴν ἐκ φύσεως τοῦτο κεκτημένην. Οὐδεὶς γὰρ τῷ ε χοντι δίδωσι α ε χει· καὶ ̓Ιουδαίων γὰρ ψιλὸν α ν θρωπον αὐτὸν ὑπολαμβανόντων, ὡς ἐκ ∆α υὶδ ε δειξεν, αὐτὸς Κύριος ω ν διὰ τὴν θεό τητα ἐν εὐαγγελίοις. Τὸ δὲ ε ως α ν θῷ, οὐ κατὰ περιορισμὸν, ἀλλὰ κατὰ περιουσίαν λέγει, οὐ δὲ γὰρ ε ως τότε κάθηται, ε ως τεθῶσιν οἱ ἐχθροὶ ὑποκά τω, μετὰ δὲ τοῦτο τῆς τιμῆς ἐξίσταται· ε δει γὰρ αὐτὸν μᾶλλον, τοῦ πολέμου ἐνεστῶτος, ι στασθαι καὶ ἀγωνιᾶν, ι να καὶ ἀνθρωπίνως ει πω, μετὰ δὲ τὴν νίκην κατῆσθαι. ̓Αλλ' ο περ ει πον, κατὰ περιουσίαν τοῦτο καὶ ἐπί τασιν λέγει, ὡς τό· ̓Εγώ εἰμι, καὶ ε ως ου γηράσητε, ἐγώ εἰμι· οὐ γὰρ μετὰ τὸ γηρᾶ σαι ̓Ιουδαίους, οὐκ ε μελλεν ε σεσθαι. Εἰς τό· ἐκ δεξιῶν μου, ἐπεὶ ε στι τι καὶ ἐξ εὐωνύμων τοῦ Θεοῦ, παραθησόμεθα ἐκ τῆς τρίτης τῶν βασιλειῶν ταῦτα· Ει δεν Θεὸν ̓Ισραὴλ καθήμενον ἐπὶ θρόνον αὐτοῦ, καὶ πᾶσα ἡ στρατειὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν. Ιδε εἰ δύναται τό· Κάθου ἐκ δεξιῶν μου εἰρῆσθαι, ὡς τό· Οὐκ οι δατε τί αἰτεῖσθε. Τὸ δὲ καθί σαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ε σ τιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οι ς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. Ει ρηται δὲ τοῦτο, οὐχ ο τι ὁ Θεὸς ε χει δεξιὰ καὶ ἀριστερὰ, ὁ ἀσχη μάτιστος καὶ πάντα πληρῶν. Εως α ν θῷ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐχθρὸς διαφερόντως μέν ἐσ τιν ὁ διάβολος καὶ οἱ τούτου διάκονοι δαίμο νες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, ̓Ιουδαῖοι καὶ Ελληνες. Τὸ δὲ ε ως οὐ χρόνου σημαντικὸν, ἀλλ' ἰδίωμα τῆς γραφῆς ἐπὶ τοῦ ἀδιαλείπ τως ἀεὶ τίθεσθαι. 109.7 ̓Εκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν. Ζητήσεις τὸν ἐκ χειμάῤῥου ἐν ὁδῷ πίνον τα Κύριον, καὶ διὰ τὸ πίνειν ἐκ χειμάῤῥου ἐν ὁδῷ ὑψοῦντα τὴν κεφαλὴν, οι μαι, ἐκείνου ἀφ' ου ἐκ χειμάῤῥου ο ντως πίνει. –Εἰ διὰ τοῦτο ὑψώσει τὴν κεφαλὴν αὑτοῦ ὁ Χρισ τὸς, ἐπειδὴ ἐκ τοῦ χειμάῤῥου τοῦ ἐν τῇ ὁδῷ ε πιεν υ δωρ, τάχα ὁ χείμαῤῥος τὸν ἐν τῷ βίῳ τούτῳ θάνατον αὐτοῦ σημαίνει, ο ν ἐν εὐαγ γελίοις ποτήριον ὀνομάζει· Πάτερ, λέγων, εἰ δύνατόν ἐστι, παρελθέτω τὸ ποτήριον τοῦτο. Καὶ πάλιν· Οταν ὑψωθῶ, φησὶν ὁ Σωτὴρ, εἱλκύσω πάντα πρὸς ἐμαυτόν. 110.1 ̓Εξομολογήσομαί σοι, Κύριε, ἐν ο λῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Βουλὴ καὶ συναγωγὴ εὐθέων γενεά ἐστιν εὐθέων. Ει ποι δ' α ν τις· ∆ός μοι βουλὴν εὐ θέων, ἑκάστου τῶν ἐν τῇ βουλῇ ο ντος εὐ θείᾳ, ὁμοίως καὶ συναγωγὴν, καὶ ἐξομολογή σομαι ἐν ο λῃ καρδίᾳ αὐτοῖς. Εστιν α γιος, ε στιν εὐθεῖα γραμμὴ, η τις ἐξ ι σου τοῖς ἐφ' ἑαυτῆς σημείοις κεῖται. Οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ σὺν ἐμοὶ τῶν εὐσεβῶν ὁ σύλλογος, κατ' ἐκεῖνον [ει πον· Μεγάλα τὰ ε ργα Κυ ρίου], ἐξεζητημένα πάντα τὰ θελήματα αὐ τοῦ. 110.3 ̓Εξομολόγησις καὶ μεγαλοπρέπεια, τὸ ε ργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μέ νει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἰ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶ να τοῦ αἰῶνος, οἱ δὲ δίκαιοι διὰ τὴν δικαιο σύνην ὀνομάζονται δίκαιοι, καὶ αὐτοὶ α ρα μένουσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καλῶς ου ν καὶ ὁ Παῦλος ει πεν· ̔Ημεῖς δὲ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. 110.10 ̓Αρχὴ σοφίας φόβος Θεοῦ, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Σύνεσις ἀγαθὴ δίδοται τοῖς ποιοῦσι δηλο νότι τὴν ἀρχὴν τῆς σοφίας, ω σπερ τῆς ὁδοῦ τῆς ἀγαθῆς·

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.