Unit 23 rem mid
Rem mid: Unit 23; lemma continues; spiritual reading with the letter.
Greek
αὐτὴ δέ ἐστιν ἡ θεωρία τῆς ἀληθείας· ἀρχὴ τὸ ποιεῖν τὰ δίκαια ὑπάρ χει· ου τως ἀρχὴ καὶ εἰσαγωγὴ εἰς τὴν τοῦ Θεοῦ σοφίαν, οὐκ α λλην ου σαν τῆς θεωρίας τῆς ἀληθείας, ὁ θεῖός ἐστι φόβος, ὁ αὐτὸς ω ν τοῖς πρακτικοῖς, δικαίοις ὀνομαζομένοις· ο νπερ ου ν ε χει λόγον τὸ ποιεῖν τὰ δίκαια πρὸς τὴν ὁδὸν, τοῦτον ὁ τοῦ Θεοῦ φόβος πρὸς τὴν σοφίαν. 111.1 Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφό δρα. ̔Η ὑπόθεσις τοῦ ριαʹ ψαλμοῦ ἐστιν αυ τη. ∆ι' ο λου τοῦ ψαλμοῦ διδασκόμεθα τίνα πρό σεστι τοῖς φοβουμένοις τὸν Κύριον· ει τινι οὐ πρόσεστι ταῦτα, οὐ φοβεῖται τὸν Κύριον. Φοβούμενος τὸν Κύριον, ε ως τοῦ σφόδρα, [ἰστέον] τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ ε πεσθαι τὸ προοίμιον καὶ ω σπερ ε ν σῶμα ει ναι συνεχὲς καὶ συνημμένον· ἐκεὶ μὲν γὰρ ἀρ χὴ σοφίας, φησὶ, φόβος Θεοῦ· ἐνταῦθα δὲ, μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἑτέροις μὲν ῥήμασι, τοῖς αὐτοῖς δὲ νοήμα σι παιδεύων τοῦ Θεοῦ τὸν φόβον. ̓Εκεῖ μὲν γὰρ αὐτὸν σοφὸν ε φη ει ναι, ἐνταῦθα δὲ μα κάριον· τὸ δὲ ο ντως μακάριον τοῦτο, ω στε γε α λλα πάντα ματαιότης τε καὶ σκιὰ καὶ ψιλὰ πράγματα, κα ν πλοῦτον ει πῃς, κα ν δυ ναστείαν. Ει τα ἐπειδὴ δαίμονες αὐτὸν δε δοίκασι, καὶ φρίττουσι, ι να μὴ νομίσῃς τοῦ το μόνον ἀρκεῖν εἰς σωτηρίαν, ο περ α νω πεποίηκε τοῦτο, καὶ ἐνταῦθα ποιεῖ. Καθάπερ γὰρ ἐκεῖ εἰπών· ̓Αρχὴ σοφίας φόβος Κυρίου, ἐπήγαγε· Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποι οῦσιν αὐτὴν, τοῖς δόγμασι τὴν συμβαίνου σαν πολιτείαν ἀπαιτῶν· ου τω καὶ ἐνταῦθα εἰπὼν τὸν φόβον, οὐκ ἐκεῖνον μόνον λέγει τὸν ἀπὸ τῆς γνώσεως, ο ν καὶ δαίμονες ε χου σιν, ἀλλὰ καὶ τοῦτο προτίθησι λέγων· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Τοῦτο ει πε, βίον ἀπαιτῶν καὶ πολιτείαν ἀκριβωμέ νην καὶ ψυχὴν φιλόσοφον. 111.5 Χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κι χρῶν· οἰκονομήσει λόγους αὐτοῦ ἐν κρίσει. Οτι τὸ δανεῖν ἐν ε θνεσι πολλοῖς τροπο λογεῖται εἰς λόγων κατασκευάσεις ἐκ τοῦ ἐπιφέρεσθαι τό· Χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κιχρῶν, καὶ τό· Οἰκονομήσει τοὺς λό γους αὐτοῦ ἐν κρίσει. – Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας μυσ τήρια θείας γραφῆς ἀδιακρίτως. Καὶ γὰρ ὁ Παῦλός φησιν· Ου τως ἡμᾶς λογιζέσθω α ν θρωπος, ὡς οἰκονόμους καὶ ὑπηρέτας μυστη ρίων Θεοῦ. 111.7,8 ̓Απὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσε ται, ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον· ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ε ως ου ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐ τοῦ. Πονηρὰ ἀκοὴ, τῶν ἑτεροδόξων ει η α ν δι δασκαλία, ἀφ' η ς οὐ φοβηθήσεται ὁ ἐπιστή μων καὶ ἐπιστημόνως φοβούμενος Κύριον. –Ου τε ἀπειλὰς θείσει, ου τε ἀγγελία φόβον ἱκανὸν ἐμποιήσει. ̔Ο δὲ Σύμμαχος ου τως ει ρηκεν τὴν ἑτοίμην ἑδραίαν. Βεβαίαν γὰρ καὶ ἑδραίαν ε χει τὴν εἰς Θεὸν ἐλπίδα, καὶ διὰ τοῦτο τοιούτων θορύβων καταφρονεῖ. 112.π ̓Αλληλούϊα. ̓Ηθικὸς καὶ ου τος καὶ εἰς ὠφέλειαν συγ γεγραμμένος· διεγείρει γὰρ πάντας εἰς ὑμ νῳδίαν τοῦ εὐεργέτου. – ̓Εν τούτῳ διδάσ κεται ὁ λαὸς ὁ νεὸς ἀδιάλειπτον τὸν υ μνον προσφέρειν τῷ λυτρωσαμένῳ· ἀλλὰ δὲ καὶ τῶν ἐθνῶν πάντων κατασημαίνει τὴν κλῆσιν, ου ς καὶ παῖδας καλεῖ, διὰ τὸ ἀρτιγενὲς τῆς κατὰ ψυχὴν ἡλικίας, η παῖδας τουτέστι δού λους αἰνίττεται. 112.1,2 Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ο νομα Κυρίου· ει η τὸ ο νομα Κυρίου εὐ λογημένον ἀπὸ τοῦ νῦν καὶ ε ως τοῦ αἰῶνος. ∆ιδάσκει τοὺς νέους τί δεῖ αἰνεῖν, α τε ἀ πάλους καὶ μήπω ε χοντας γεγυμνασμένην τὴν πρὸς τὰ τοιαῦτα ε ξιν. Πῶς ου ν αἰνεῖν δεῖ; Ει η τὸ ο νομα Κυρίου εὐλογημένον. Η παισὶν ἀπεικάζει τοὺς διὰ τὸ νεαρὸν τῆς κα τὰ Θεὸν ἡλικίας ἐν ψυχῇ νεωμένους, ου ς ἐπὶ τὸν αι νον καλεῖ τοῦ Θεοῦ. ̓Ακύλας δὲ καὶ Σύμμαχος δούλους ἀντὶ τοῦ παῖδες ἐξέδω καν. ∆ούλων γὰρ οὐ διαφέρουσι παῖδες, φό βῳ δουλείας παιδαγωγούμενοι· διὸ φοβουμέ νους Κύριον αὐτοὺς ει πεν ὁ πρὸ τούτου ψαλ μός. ̔Απλῶς δὲ καὶ χωρὶς προσθήκης οἱ νέοι παῖδες καλοῦνται· οἱ δὲ δοῦλοι, παῖδες τι νῶν. Η παῖδας καλεῖ, ὡς ἀκμάζειν ὀφεί λοντας περὶ τοὺς υ μνους. ∆ιὰ δὲ τοῦ· Ει η τὸ ο νομα Κυρίου εὐλογημένον, δηλοῖ ὡς εἰ καὶ τὴν φύσιν αὐτοῦ ἀγνοεῖτε, ἀλλὰ δεῖ, ὡς ὑπ' αὐτοῦ τὸ ει ναι λαβόντας, τὸ αὐτοῦ ὑμνεῖν ο νομα, ο περ αἰώνιον ε χει τὴν εὐλογίαν καὶ ἀδιάδοχον. 112.3 ̓Απὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ο νομα Κυρίου. Εἰπὼν δὲ ἀνωτέρω χρόνον, ἐν τούτοις λέ γει καὶ τόπον, ο τι ἐν παντὶ χρόνῳ καὶ ἐν παντὶ τόπῳ ὑμνεῖσθαι ὀφείλει· η τὴν μετὰ ἐνανθρώπησιν τοῖς ε θνεσι παρασχεθεῖσαν θεογνωσίαν τὸ ῥητὸν προθεσπίζει, μεθ'
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.