Fragmenta in Psalmos (Greek) · §u24-rem-close

Unit 24 rem close

Rem CLOSEOUT: Unit 24 CLOSEOUT.

Greek

μετ' ἐκτά σεως, τὸν δὲ δοκοῦντα δεύτερον, μὴ ο ντα δεύτερον, ἀλλὰ λῆμμα τοῦ προτέρου μετὰ αἰσθήσεως, καὶ τοῦτο πεποίηκεν τοῦ ο λου τοῦ ῥητοῦ. 118.3 Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Εἰ τὸν ἐν ταῖς ὁδοῖς Κυρίου πορευόμενον δεῖ προσίεσθαι μόνον ἐπὶ τὰς κοινὰς εὐχὰς, οὐ προσιτέον τὸν ἐργαζόμενον τὴν ἀνομίαν, ὡς οὐ πορευόμενον ἐν ταῖς ὁδοῖς Κυρίου. ̓Ε πάγει γάρ· 118.4 Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. Τοιγαροῦν ἀναγκαία ἡ τούτων φυλακή· τοῖς γὰρ εὐφρονοῦσι καὶ εὐχῆς ε ργον ὀφεί λει γενέσθαι, τῷ ἐν σπουδῇ κατορθοῦν τὰ προστάγματα· Θεοῦ γάρ εἰσι. Καὶ μετὰ πά σης εὐτονίας καὶ σφοδρότητος [μακάριος] ἐργάζεται τὰ προστεταγμένα ὑπὸ τοῦ Κυ ρίου. 118.5 Οφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. ̓Εὰν μὴ κατευθύνῃ ὁ Θεὸς, συμπνέων ἡ μῖν, ὁδὸν οὐ φυλάξομεν· συμπνοίας δεόμεθα κατευθυνούσης τὰς ὁδοὺς ἡμῶν εἰς τὸ φυλά ξαι τὰ δικαιώματα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὸ μὴ περιπεσεῖν μείζοσι πειρασμοῖς τῆς δυνά μεως ἡμῶν, δι' ω ν ὁ ἐπιτρέπων αὐτοὺς γενέσ θαι Θεὸς, οἱονεὶ ἀπωθεῖται ἡμᾶς ἀπὸ τῶν ἐντολῶν ἑαυτοῦ· διόπερ εὐχόμενός φησιν· Μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. [Οφελον] ἀντὶ τοῦ· ει θε. Σημαντέον δὲ εὐχῆς τὸ ο φελον· οὐ γὰρ α λλως τις φυλάξαι τὰ δικαι ώματα, εἰ μὴ κατευθυνθείησαν αἱ ὁδοὶ αὐ τοῦ. Εὐθυνέσθωσαν, φησὶν, αἱ ὁδοί μου, ὡς α ν διατηρῆσαί μέ σου τὰ δικαιώματα. Καὶ δεικνὺς τὸν τούτου καρπὸν, ἐπιφέρει· 118.6 Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ μὴ ἐπι βλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Οτε, φησὶ, φυλάξω δικαιώματά σου, τό τε οὐ μὴ αἰσχυνθῶ. Οτε εὐχῆς ε ργον ποιή σομαι, τότε ταῦτα τηρήσω. Εἰ δὲ κατευ θυνθῶσιν αἱ ὁδοί μου, οὐκ αἰσχυνθήσομαι· ω σπερ γὰρ μισθὸς ἀρετῆς ε παινος, ου τως καὶ παρανομίας καρπὸς αἰσχύνη ἐστὶ, κα τὰ τὸν θεῖον ἀπόστολον, ὡς τό· Τίνα ου ν καρπὸν ει χετε τότε, ἐφ' οι ς νῦν ἐπαισχύνεσ θε; – Η ἐπείπερ οἱ προφῆται ει ρηνται ει ναι ὁδοὶ, ἐὰν ἀναγινώσκοντες τὸν νόμον καὶ τοὺς προφήτας, κατευθυνθῶμεν ὑπὸ Θεοῦ πρὸς τὸ τούτους νοῆσαι, οὐ μὴ αἰσχυνθῶ μεν. Η αἰσχύνην τῷ δικαίῳ φέρει τὸ μὴ πάσας τὰς ἐντολὰς, ἀλλά τινας ἐργάζεσθαι, καὶ ὁ πταίων ἐν ἑνὶ, πάντων γίνεται ε νοχος, κατὰ τὸν τοῦ Κυρίου λόγον. 118.7 ̓Εξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως τίθησιν· ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολό γησις. Ου τος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν Θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ Κυρίου μεμαθηκώς· τίνος χάριν ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ε δω κε τοῖς υἱοῖς τῶν ἀνθρώπων; καὶ τίς ὁ λόγος τῶν καταχθονίων δαιμόνων· καὶ διὰ τί μὴ ου τοι γεγόνασιν α νθρωποι; τίς τε ἡ αἰτία τοῦ ᾳ δου; καὶ τίς ὁ Παράδεισος; καὶ τίς πάλιν ἡ α νω ̔Ιερουσαλήμ; καὶ ἡ ταύτης Σιὼν, ἀφ' η ς λέγεται ε ρχεσθαι ὁ Χριστός (η ξει γὰρ, φησὶν, ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ ̓Ιακώβ); Καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος ̓Ισραὴλ, καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν; Τίνος χάριν μὴ πάν τες α νθρωποι ἐκλήθημεν ἀπ' ἀρχῆς, τὸν τοῦ Μωσέως νόμον δεξάμενοι; ἀλλ' ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ ̓Ισραὴλ μερὶς ἐχρημάτισε τοῦ Κυρίου καὶ σχοίνισμα κληρονομίας αὐτοῦ; Πῶς ου ν ἡ κληρονομία τῶν ἀγγέλων ἐπίστευσεν, ἡ δὲ μερὶς τοῦ Κυ ρίου ἠπίστησεν; Καὶ διὰ τί νῦν λέγει καὶ ὁ ∆αυίδ· Κρίματά σου α βυσσος πολλή; Καὶ Παῦλός φησιν· Ω βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ! ̔Ως ἀνεξερεύνητα τὰ κρί ματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐ τοῦ! ̔Ο περὶ τῶν ἁμαρτιῶν ἐξομολογούμενος τῷ Θεῷ, εἰ ἀνοσίμως ἐξομολογοῖτο, εὐθύτη τι καρδίας ἐξομολογοῖτο α ν. Τοῦτο δὲ ποιή σει, μαθὼν τὰ κρίματα τῆς δικαιοσύνης αὐ τοῦ. Τότε, φησὶν, δυνήσομαι καθαρὸν τὸν 101

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.