Fragmenta in Psalmos (Greek) · §u28-rem-early

Unit 28 rem early

Rem early: Unit 28; lemma and Origen’s theoria.

Greek

ὑπ' ἐμοῦ νόμων πράττοντας. 118.105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου [αλ. ὁ λόγος σου] καὶ φῶς ταῖς τρίβοις μου. Ει τις ε χει τὸν λόγον τοῦ Θεοῦ, καὶ χρῆ ται 114 τῷ λόγῳ ἐν πάσῃ πράξει, ὡς ε στιν εἰ πεῖν, καθ' ε καστον βῆμα ἐπαίρων πρὸς τὸν περιπατεῖν τὸν πόδα, ου τος οὐ δύναται προσ κόψαι· ε χει γὰρ τὸν λύχνον, καὶ χρῆται αὐ τῷ. Εἰ δὲ παρεδέξατο μὲν τὸν λύχνον, καὶ πιστεύειν αὐτῷ δοκεῖ, οὐ παραλαμβάνει δὲ αὐτὸν ἐν πάσῃ πράξει, καὶ ἐν παντὶ διαβή ματι αὐτοῦ, οὐ σκοπεῖ μετὰ τοῦ λόγου ποῦ θῇ τὸν πόδα (τὸν πόδα λέγω τῆς ψυχῆς), ου τος δὴ ἁμαρτάνει διπλῆν ἁμαρτίαν, ο τι ε χει τὸν λόγον, καὶ οὐ χρῆται αὐτῷ παντα χοῦ, οἱονεὶ τοιοῦτος γεγένηται· ἐλθόντος γὰρ τοῦ λόγου ἀπὸ τῶν οὐρανῶν, ε καστος τῶν πιστευόντων, μὴ μειουμένου ἐκείνου, ἀνῆ ψεν ἀπ' ἐκείνου ἐν ἑαυτῷ τὸν λύχνον καὶ τὸ φῶς, καὶ ου τως ἀφ' ἑνὸς φωτὸς πολλοὶ γε γόνασι λύχνοι, καὶ ε καστος τῶν ἐχόντων τὸν ἁφθέντα λύχνον Λόγῳ Θεοῦ λέγει· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ κτλ. ̓Εν παντὶ ου ν καιρῷ α παξ παραλαβόντες τὸν λόγον τοῦ Θεοῦ, μέλλον τες κινεῖν τὰ βήματα, ει τε ἐν λόγῳ, ει τε ἐν διαλογισμῷ, χρησώμεθα τῷ λύχνῳ ε μπροσ θεν ἡμῶν· οὐδεὶς γὰρ λύχνον α ψας, καλύπ τει αὐτὸν σκεύει. Καὶ μετ' ὀλίγα. Λύχνος ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ ο ν παρεδέξατό τις, δι' ου πεπίσ τευκε τῷ Θεῷ, ου τος ου ν ε στω καιόμενος, καὶ μηδέποτε σβεννύσθω. Φῶς δικαίοις δια παντὸς [καίεται], φῶς δὲ ἀσεβῶν σβέννυται. Καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου λύχνος α πτεται, ι να οἱ λατρεύοντες τῷ Θεῷ βλέπωσι τὸν λύχνον, καὶ τὰς λατρείας ἐπιτελῶσι φω τιζόμενοι ὑπ' αὐτοῦ· ου τως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, η τοι τῇ ἐκκλησίᾳ, λύχνος α πτε ται. ̔Ο λύχνος τοῦ σώματός ἐστιν ὀφθαλ μός· ου τος ὁ ὀφθαλμὸς μὴ λεγέτω τῇ χειρί· Τί πράξεις; καὶ ἡ χεὶρ μὴ λεγέτω τῷ ὀφθαλ μῷ· Χρείαν σου οὐκ ε χω, ἐπεὶ οὐ βλέπει ἡ χεὶρ ο πολιτεύεται. 118.107 ̓Εταπεινώθην ε ως σφόδρα, Κύ ριε, ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ α λογα ζῶα ζῇ, ἀλλ' ὡς α λογα· τὰ ζῶα δὲ λογικὰ λογικῶς, ο σον ἐπὶ τῇ φύσει κα τασκευασθέντα λογικά· ἀλλὰ πλειόνων ο ν των τῶν λογικῶν ζώων (εἰς ἀγγέλους γὰρ διῄρηνται καὶ ἀνθρώπους), οἱ μὲν α γγελοι τὴν νοερὰν ἀεὶ ζῶσι καὶ μακαρίαν ζωήν· α νθρωπος δὲ σπάνιός ἐστιν ὁ ζῶν νοερῶς· καὶ προφήτης διὰ τοῦτο γενόμενος, διὸ καὶ ὁ ∆αυίδ, ὡς μηδέπω κατορθώσας αὐτό, φησιν· Ζῆσόν με κατὰ τὸν λόγον σου. ̓Εν ἀνθρώποις δὲ μάλιστα λέγω· οὐ ζῇ κατὰ τὸν λόγον τοῦ Θεοῦ, ου τω σπάνιός ἐστιν ὁ προφήτης. 118.108 Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Τὰ ἑκούσια τοῦ στόματος ἡμῶν ἐστιν παρ θενία, βρωμάτων καὶ πομάτων ἀποχὴ, ἀ ναχώρησις (ἡ ἐν ταῖς ἐρήμοις διαγωγή)· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν· ὁ τοίνυν πάσας ποιήσας ἐντολὰς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, ου τος λέγει· Τὰ ἑκούσια τοῦ στόματός μου εὐδό κησον δὴ, Κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ, τοῦτο λέγειν οὐχ ε ξει παῤῥησίαν. – Τοῦτο α γιόν ἐστιν εἰπεῖν διαθέσει, καὶ χεί λεσιν καὶ ἐν παντὶ καιρῷ περιστατικῷ πει ρασμοῦ σαυτῷ ἐπιφέροντι καὶ ἐπὶ πᾶσιν οι ς κρίνει περὶ ἡμῶν ὁ Θεός. 118.112 Εκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀνάμειψιν. Εκλινα ἐπὶ τὸν νόμον καὶ τὰ δικαιώμα τά σου, ἐπὶ τὰ προστάγματά σου, ἐπεὶ ει δον ἀποκειμένην μοι ἀμοιβήν· ἡ δὲ ἀμοιβὴ βα σιλεία Θεοῦ, α ὀφθαλμὸς οὐκ ει δε, καὶ ου ς οὐκ η κουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἑτοίμασεν ὁ Θεὸς ἀγαπῶσιν αὐ τόν. 118.113 Παρανόμους ἐμίσησα, τὸν δὲ νό μον σου ἠγάπησα. ̔Ο παράνομος ου ν, καθὸ παράνομος ὑπάρ χει, μισητός ἐστιν, καθὸ δὲ εἰκὼν καὶ πλάσ μα Θεοῦ, ἀγαπητός. 118.114 Βοηθός μου καὶ ἀντιλήπτωρ μου ει σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Εὐχαριστεῖ τῷ βοηθήσαντι ἐν τῷ πολέ μῳ, τῷ πρὸς τὸν διάβολον καὶ τοὺς δαίμο νας. Τί τότε τοίνυν ἐποίεις; ἐπήλπισα εἰς τοὺς λόγους σου· ὡς δὴ τῇ τοιαύτῃ προκόπ των ἐλπίδι, οὐκ ει πεν η λπισα, ἀλλ' ἐπήλπι σα. –∆εόμεθα Θεοῦ βοηθοῦντος ἐν τῷ πρὸς τὸν διάβολον καὶ τοὺς δαίμονας πολέ μῳ, καὶ ὁ προφήτης ἐβοηθήθη. ̓Αντελάβετο γὰρ αὐτοῦ ὁ Θεὸς, καὶ διὰ τοῦτο εὐχαριστῶν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.