Fragmenta in Psalmos (Greek) · §u28-rem-close

Unit 28 rem close

Rem CLOSEOUT: Unit 28 CLOSEOUT.

Greek

116 παραδῷς με τοῖς δαίμοσιν· ἐκεῖνοι ἀδι κοῦντες οὐ παύονται. –Τίς ὁ ποιήσας κρίμα καὶ δικαιοσύνην ἀδόκητον; τίς ὁ μὴ παντελῶς ἐπαφιεὶς τὴν ῥάβδον τῶν ἁμαρτω λῶν; Αρα θαῤῥῆσαι χρὴ τῷ κλήρῳ τῶν δι καίων εἰπεῖν, η ο τούτου μετριώτερον, τῷ κλήρῳ τῶν αὐτὸν γινωσκόντων. 118.122 Ενδεξαι τὸν δοῦλόν σου εἰς ἀγα θὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Τοῖς σοῖς, φησὶν, ἀκολουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσμενέσιν εὐάλω τος. Τίς δὲ νῦν ε χει τοσαύτην ψυχῆς καθα ρότητα, ω στε σὺν παῤῥησίᾳ τοιούτοις χρή σασθαι λόγοις; τούτοις μέντοι καὶ ὁ θεῖος ἀπόστολος προσόμοια ει ρηκεν· ̔Η γὰρ καύ χησις ἡμῶν, αυ τη ἐστὶν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. ̔Ο Σύμμαχος· ̓Ανάδειξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν· ὁ δὲ ̓Α κύλας καὶ Θεοδωτίων· ̓Εγγυῆσαι, ἀντὶ τοῦ· ἀληθεύω, οὐ ψεύδομαι, πίστευσον ὑποσχο μένῳ τῷ δούλῳ σου· αὐτὸς ἐγγυητὴς ἐγένου τῆς ἐμῆς ὑποσχήσεως, ο τι σου πληρῶσαι σπουδάζω τοὺς νόμους. 118.124 Ποίησον μετὰ τοῦ δούλου κατὰ τὸ ε λεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. Οὐ γὰρ ὡς δίκαιοι παρεδόθημεν· τοῦτο γὰρ ὀλίγοι καὶ ὀλιγάκις, ι ν' ὡς ἀθληταὶ γεν ναῖοι, τὸν πειραστὴν καταισχύνωσιν, ἀλλ' ὡς ἁμαρτάνοντες κατεκρίθημεν, ει τα ἐλεήθη μεν, κηδεμονικῶς τε καὶ πατρικῶς ο σον σω φρονισθῆναι πληγέντες, καὶ ο σον πρὸς αὐ τὸν ἐπιστρέψαι νουτεθέντες. 118.125 ∆οῦλός σού εἰμι ἐγώ. Μόνος ὁ σοφὸς δοῦλός ἐστι τῆς σοφίας· μόνος ὁ δίκαιος δοῦλος τῆς δικαιοσύνης ἐσ τίν. Ου τω καὶ ἑαυτὸν Παῦλος προέγραφεν δοῦλον ̓Ιησοῦ Χριστοῦ. 118.126,127 Καιρὸς τοῦ ποιῆσαι τῷ Κυ ρίῳ, διεσκέδασαν τὸν νόμον σου· διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Καιρὸς δὲ κεκράξαι τῷ Κυρίῳ ο τι σκε δαννύουσι νόμον σου. Οτε ου ν καιρὸς γέγο νεν τοῦ ποιῆσαι τῷ Κυρίῳ, διασκεδασθέντος τοῦ νόμου ὑπὸ τῶν παραλαβόντων αὐτὸν, τότε ἐρῶ, ὁ ἐγὼ ἀπὸ τῶν ἐθνῶν, ου προσω ποποιεῖ ὁ προφήτης· ̓Ηγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίου καὶ τοπαζίου· τελειότερον δέ ἐστιν τὸ ποιεῖν μετὰ τοῦ ἀγαπᾶν· ἀτε λέστερον δὲ ποιεῖν μὲν, οὐ μετὰ τοῦ ἀγαπᾶν δέ. Τῶν δὲ ἐν τῷ κόσμῳ τιμιωτάτων δοκεῖ ει ναι χρυσὸς καὶ λίθοι τίμιοι· παρακειμένων γοῦν τούτων καὶ ἐντολῆς σου, οὐχ ου τως ἐνεῦρον αὐτὰ [τὰ αὐτὰ] ἐν τῇ ἐντολῇ σου. 118.128 ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντο λάς σου κατωρθούμην, πᾶσαν ὁδὸν α δικον ἐμίσησα. ̔Ο μὴ πάσας τὰς ἐντολὰς κατορθώσας, πᾶσαν ὁδὸν ἀδικίας οὐκ ἐμίσησεν· εἰ δὲ ὁ φόβος τοῦ Κυρίου μισεῖ ἀδικίαν, ου τος δὴ οὐκ ἠμίσησεν ἀδικίαν, ο στις οὐ φοβεῖται τὸν Κύριον. ̔Ο δὲ μὴ φοβούμενος τὸν Κύριον, οὐ μακάριος, ει περ μακάριος ἀνήρ ἐστιν ὁ φο βούμενος τὸν Κύριον. 118.130 ̔Η δήλωσις τῶν λόγων σου φω τιεῖ καὶ συνετιεῖ νηπίους. ̔Η ἑρμηνεία τῶν λόγων τοῦ Κυρίου φω τίζει τοὺς νηπίους ἐν Χριστῷ. 118.131 Τὸ στόμα μου η νοιξα, καὶ ει λκυσα πνεῦμα, ο τι τὰς ἐντολάς σου ἐπεπόθουν. Νοητὸν στόμα νοητέον, ι να ἑλκύσωμεν πνεῦμα, τὸ μὴ εἰσιὸν εἰς κεκλεισμένον στό μα· διὸ μὲν Κύριος ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν· ὁ δὲ Παῦλός φησι· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. –Τὸ στόμα τῆς ἐμοῦ ψυχῆς ἐστιν ἡ διάνοια. Τοῦτο ου ν κλείσας τοῖς πονηροῖς λογισμοῖς η νοιξα τοῖς ἀγαθοῖς, καὶ ει λκυσα πνεῦμα συνέσεως, χά ριτος καὶ σοφίας. ̔Ο ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρ δίαν, ε λκει τὸ α γιον πνεῦμα, τὸ ἀποκαλύ πτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ· περὶ γὰρ τοῦ στόματος τοῦ κρυπτοῦ ἀνθρώπου φησί. Καὶ δύναται ει ναι ψυχῆς στόμα ἡ διανοητικὴ αὐτῆς δύναμις, ἡ διανοουμένη προφέρει τὸν ἐν διανοίᾳ λόγον· ι να ου ν μὴ ἀεὶ ἐκ ψιλῆς τῆς ἑαυτῆς νοήσεως ἀπαγγέλ λῃ, ἀλλὰ καὶ ἐκ διδομένων αὐτῇ θεόθεν λό γων περὶ πνευματικῶν καὶ αἰσθητῶν· ἀνοίγει τὸ στόμα λόγῳ Θεοῦ, ι να λάβῃ λόγον ἐν ἀνοίξει τοῦ στόματος, ο πως εὐαγγελιζομένη δυνάμει πολλῇ τὸ δοθὲν αὐτῇ ὑπὸ τοῦ Κυ ρίου ῥῆμα προσφέρῃ· Τὰ δὲ λέγει Κύριος, ἀπαγγέλλουσα· οὐδὲν διαφέρει λαβεῖν λόγους τοῦ ἑλκύσαι πνεῦμα εἰπεῖν. Ταὐτὸν γὰρ τὸ πνεῦμα τῷ Θεῷ λόγῳ· διὸ καὶ ὁ σωτὴρ περὶ ου ε λεγεν λόγου καὶ ῥημάτων, ει ρηκεν· Τὰ ῥήματα α λελάληκα ὑμῖν, πνεῦμά 117

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.