Fragmenta in Psalmos (Greek) · §u28-rem-mid

Unit 28 rem mid

Rem mid: Unit 28; lemma continues; spiritual reading with the letter.

Greek

ταῦτά φησιν. Ει τα τί πεποίηκε βοηθούμενος ὑπὸ τοῦ Θεοῦ; εἰς τὸν λόγον σου 115 ἐπήλπισα, καὶ ζῆσόν με. ∆ιὰ τί οὐκ ει πεν· Εἰς τοὺς λόγους η λπισα, ἀλλὰ ἐπήλπισα; οἱ ἐλπίζον τες οὐχ ὡς α ρχονται τοῦ ἐλπίζειν, ου τω μέ νουσιν, ἀλλ' εἰ προκόπτοιεν κατὰ Θεὸν, ἐ παυξάνουσιν τὸ ἐλπίζειν, καὶ ο σῳ γε αυ ξει ἡ ἀγάπη, τοσοῦτον αυ ξει ἡ ἐλπὶς, καὶ μά λιστα ο ταν βοηθηθῶμεν ὑπὸ τοῦ Θεοῦ, τότε προστίθεμεν τῇ πρὸς τὸν πόθον τοῦ Θεοῦ ἐλπίδι. 118.115 ̓Εκκλίνατε ἀπ' ἐμοῦ, πονηρευό μενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. ̔Ως ει ρηται ἐρευνᾶν τὰς γραφὰς (δέονται γὰρ ἐρεύνης, ι να καὶ νοηθῶσιν), ου τω καὶ τό· ̓Εξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ· οὐ γὰρ ὡς οι ονταί τινες, σαφεῖς καὶ τοῖς τυχοῦ σι ληπταί. 118.118,119 ̓Εξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ο τι α δικον τὸ εὐθύμημα αὐτῶν. Παραβαί νοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτω λοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρ τύριά σου. Οὐ ταὐτόν ἐστι τὸ ἁμαρτάνειν καὶ ἀποσ τατεῖν· ὁ γὰρ ἀποστατήσας ἀπέστη τέλειον τῆς θεοσεβείας. Καὶ μετ' ὀλίγα. ̓Αναγκαίως προσέθηκεν τὸ πάντας· εἰκότως καὶ δίκαιοί ποτε η σαν, υ στερον δὲ ἀπέστησαν. Καὶ πάλιν. Τί τὸ αι τιον, ο τι ἐξουδένωσας αὐτούς; ο τι α δικον τὸ ἐνθύμημα αὐτῶν. Πε ρὶ αὐτῶν φησιν ὁ προφήτης· Οὐαὶ, τέκνα ἀποστάται! Καὶ ἐν α λλοις· Οὐαὶ αὐτοῖς ο τι ἀπεπήδησαν ἀπ' ἐμοῦ. Τοὺς ου ν τοιούτους οὐ παιδεύει, οὐ μαστίζει κατὰ τοὺς ἀγαπη μένους υἱοὺς παρ' αὐτοῦ, ἀλλὰ ἐξουθενεῖ, φάσκων πρὸς ε καστον· Παιδεύσει σε ἡ ἀ ποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. ̔Ημεῖς μὲν παραβαίνοντας λέγομεν τοὺς δεδιδαγμένους τὸν λόγον, καὶ μετὰ τὸ δεδι δάχθαι μὴ τετηρηκότας, ἀλλ' ἀποστάντας καὶ παραβεβηκότας. Ου τος δὲ ὁρᾷ ο τι πάν τες ε χουσιν ἀφορμὰς πρὸς καλοκαγαθίαν, εἰ καὶ μὴ ἐδιδάχθησαν· ω στε μὴ μόνους πα ραβάτας λέγεσθαι τοὺς μετὰ τὴν πίστιν ἀ ποστάντας, ω σπερ ἐλέγομεν, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν ἁμαρτάνοντας, ὡς ἀφορμὰς πρὸς καλοκαγαθίαν ε χοντας, εἰ δὲ μὴ ἐδιδάχθη σαν. ̔Αμαρτωλοὶ δὲ τῆς γῆς οἱ ἐπὶ γῆς ἡ μαρτηκότες α νθρωποι. Αλλοι γάρ εἰσιν ἁμαρτωλοὶ οὐρανοῦ, οἱ πρὸς ου ς ἡμῖν ἐστιν ἡ πάλη, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. ̓Εκεῖ γὰρ πρῶτον ἁ μαρτόντες, υ στερον καὶ ἐπὶ γῆς τοῦτο ποιοῦ σιν. ∆ιό φησιν· ̓Ηγάπησα τὰ μαρτύριά σου, τὰ μετὰ μαρτύρων μοι παραδεδομένα. – Τοῦτο γὰρ περιμένει τὸ τέλος τοὺς τὸν νό μον τοῦ Θεοῦ ἀθετοῦντας, τὸ βουλεύσασθαι πατῆσαι τὸν Θεοῦ νόμον. – ̓Επεὶ ου ν τού τους παραβαίνοντας ἐλογισάμην, διὸ, φησὶν, ἠγάπησα τὰ μαρτύριά σου, τὰ μετὰ μαρτύ ρων μοι παραδεδομένα. Καὶ μετ' ὀλίγα· ̔Ο ̓Ακύλας ἀντὶ τοῦ παραβαίνοντας ἐλογισάμην, στέμφυλα διελογί σω· ὁ δὲ Σύμμαχος, σκωρίαν ἐξέδωκεν. 118.120 Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. ∆ι' ου · ̓Εμοὶ ὁ κόσμος ἐσταυρώθη, κἀγὼ τῷ κόσμῳ. 118.121 ̓Εποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. ̓Επειδὴ μετὰ τὸ ἡμαρτηκέναι μεταβαλὼν ἐποίησα κρίμα, καὶ κλίνας τὸ α δικον, δρά σας τὴν δικαιοσύνην, ἀξιῶ βοηθηθῆναι, καὶ μὴ κατὰ πεπραγμένα ἁμαρτήματα παραδο θῆναι τοῖς ἀδικοῦσί με εἰς τιμωρίαν, ὡς μὴ ἐπιστρέψαντα πρὸς σέ. Τί δὲ τὸ παραδοθῆναι τούτοις, ἐξεταστέον. Πᾶν ἁμάρτημα ο ταν ποιῶμεν, τόπον δεδωκότες τῷ διαβόλῳ ποι οῦμεν, ἐφεδρεύοντι καὶ ἐπιτηροῦντί ποτε εἰσελθεῖν ἡμῶν εἰς τὸ ἡγεμονικὸν, ι να βα λὼν ἑαυτοῦ τὰ βέλη, μετὰ ταῦτα καὶ αὐτὸς ἐνοικήσῃ καὶ ἐνεργήσῃ εἰς ἡμᾶς. Οὐκοῦν ο τε ἁμαρτάνομεν, ἐνεργούμενοι ὑπὸ τοῦ δια βόλου ἁμαρτάνομεν, καὶ ἀδικούμεθα ὑπ' αὐ τοῦ. ̓Αδικεῖ γὰρ ἡμᾶς προτρέπων ἐπὶ τὴν ἁμαρτίαν, ει τα πρὸς τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ο ρα τί ποιεῖ· ἐπειδὴ ἀντὶ τοῦ Θεῷ ἀ νοῖξαι τὴν θύραν τῆς ψυχῆς καὶ τὸν Χρισ τὸν παραδέξασθαι, τὴν ἁμαρτίαν προσηκά μεθα, παραδιδόμεθα ἐκείνῳ ο ν παρεδεξάμε θα ἐπὶ τῷ κολασθῆναι ὑπ' αὐτοῦ. Ου τω πα ρεδόθη ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, περὶ ου φησιν ὁ ἀπόστολος. ̓Αλλὰ καὶ Φύγαλον καὶ ̔Ηρμογένην παρέδωκε τῷ Σατανᾷ, ι να παι δευθῶσιν μὴ βλασφημεῖν. ̔Αμαρτήσαντες δὲ τοῖς ε θνεσι παραδόθησαν υἱοὶ ̓Ισραήλ. – ̓Εποίησα κρίμα, τοῦτο τοῦ ∆αυίδ. Οτι, φησὶν, ὡς βασιλεὺς τὸ δίκαιον μὴ ἐξέκλινα, διὸ μὴ

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.