Fragmenta in Psalmos (Greek) Unit 29 opening
Unit 29.
Lemma-led open — ἐστιν καὶ ζωή ἐστιν. Καὶ τὴν αἰτίαν δὲ ἀποδέδωκε τοῦ εἱλκυκέναι εἰς τὸ στόμα αὐτοῦ πνεῦμα,
Greek
ἐστιν καὶ ζωή ἐστιν. Καὶ τὴν αἰτίαν δὲ ἀποδέδωκε τοῦ εἱλκυκέναι εἰς τὸ στόμα αὐτοῦ πνεῦμα, εἰπών· Οτι τὰς ἐντολάς σου ἐπεπόθουν, αὐ τῆς ἐπιθυμήσεως τῶν ἐντολῶν ἐπιεσπωμέ νης καὶ ἐφελκουμένης τὸ Πνεῦμα. 118.133 Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσά τω πᾶσα ἀνομία. Τὸ λόγιον τοῦ Θεοῦ κατευθύνει τὰ δια βήματά μου, ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀ ρετὴν καὶ γνῶσιν διαβαίνοντος· εὐθυντὴρ γὰρ καὶ ἡγεμὼν τῶν τούτων διαβημάτων ὁ ὀρθὸς Θεοῦ λόγος. Τούτου γινομένου, οὐδε μία ἀνομία κατακυριεύσει. Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· κατακυριεύσει δὲ τοῦ ἐπὶ αὐτὴν ἐ νεργοῦντος τῷ πάντη τὸν ποιοῦντα τὴν ἁ μαρτίαν δοῦλον ει ναι τῆς ἁμαρτίας. 118.134 Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Μισθὸν τοῦ λελυτρῶσθαι ἀπὸ συκοφαν τίας ἀνθρώπων ὑπισχνεῖται δώσειν τὴν τῶν ἐντολῶν τοῦ Κυρίου φυλακήν· η οὐδὲ μισ θὸν, φησὶν, ἀλλ' εὐχαριστίαν [οι σω] εἰς τὸ λυτρωθῆναί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Καὶ τετυχήκασιν ταύτης τῆς αἰτήσεως ̓Ιωσὴφ καὶ Σουσάννα. ̔Ρηθεῖεν δὲ ὁ α νθρωπος τροπικῶς διάβολος καὶ αἱ κατὰ αὐτὸν πο νηραὶ δυνάμεις, ἀφ' ω ν τῆς συκοφαντίας μό νου τοῦ Θεοῦ λυτροῦσθαί ἐστιν. 118.135 Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώ ματά σου. Τοῦτο τὸ πρόσωπον διαπαντὸς οἱ α γγελοι βλέπουσι τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Πλὴν τοῦτο σημειωτέον ο τι τῆς ἀγγελικῆς γνώσεώς ἐστιν ἡ θεωρία τῶν δικαιωμάτων. 118.138 ̓Ενετείλω δικαιοσύνην τὰ μαρτύ ριά σου, καὶ ἀλήθειαν σφόδρα. Οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, τῆς σφόδρα, τὸ μετὰ μαρτύρων οὐρανοῦ καὶ γῆς, η ω ντινων παραδεδομένα· ταῦτά ἐστι τὰ μαρτύρια, α ἐνετείλατο ὁ Θεὸς, ο ντα δικαιο σύνην, ο ντα ἀλήθειαν, ἀλλ' ἐπεὶ διαφορά ἐστι καὶ τῶν δεχομένων τὴν ἀλήθειαν, ο τε μὲν ἐκ τύπου δεχομένων αὐτὴν καὶ τρανὴν, ο τε δὲ ἀμαυρὰ, διὰ τοῦτο πρόσκειται τὸ ̓Α λήθειαν σφόδρα. 118.140 Πεπυρωμένον τὸ λόγιόν σου σφό δρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. ∆ιδάσκει ἡμᾶς τί δεῖ φρονεῖν περὶ τῶν λογίων τοῦ Θεοῦ· ἐξητασμένα, ο τι οὐδεμία συλλαβὴ εἰκῇ καὶ ὡς ε τυχον παρέῤῥιπται ἐν ταῖς γραφαῖς, ἀλλὰ πάντα ου τως γεγραμμέ να ὡς τὸ πεπυρωμένον ἀργύριον· διὰ τοῦτο ὁ Σωτὴρ διδάσκει ἡμᾶς μὴ καταφρονεῖν μη δεμίας κεραίας γεγραμμένης ἐν τῇ γραφῇ, λέγων· ι ωτα ε ν η μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ε ως α ν πάντα παραγένηται. Τίς δὲ τοῦτο ἠγάπησεν τὸ πεπυρωμένον, ἀλλ' η ὁ δουλεύων τῷ Θεῷ; ἀλλὰ καὶ διά πυρόν ἐστιν τὸ λόγιον Κυρίου, ἀφ' ου ἐλή λυθεν ̓Ιησοῦς βαλεῖν πῦρ ἐπὶ τὴν γῆν, ο καὶ τὴν κακίαν ε ξιν ου σαν ὑλικὴν κατα φάγεται, ὡς χόρτον, καλάμην, τὰς μοχθη ρὰς ε ξεις. Τὸ λόγιον τοῦ Θεοῦ πεπυρωμέ νον ἐστὶ σφόδρα, τουτέστι ἐξητασμένον καὶ πάσῃ βασάνῳ ἀνέγκλητον, καὶ ει τις ε χοι τὸ πεπυρωμένον τοῦτο λόγιον, ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. –Τούτῳ ἀκολουθεῖ, εἰ μελέτημά ἐστιν αἱ ἐντολαὶ τοῦ Θεοῦ, [ο τε] θλίψεις καὶ ἀνάγ και με εὑρίσκουσιν. Καὶ πάλιν· οὐδὲ ἐν ταῖς περιστάσεσι, φησὶ, τοῦτον σὸν μελετᾶν ἠμέ λησα νόμον. 118.142 ̔Η δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. ̔Η δικαιοσύνη σου οὐκ ε στιν ὁμοία τῇ παρ' ἀνθρώποις δικαιοσύνῃ· ι να γὰρ δίκαιος ῃ α νθρωπος η δικαστὴς, ἡ δικαιοσύνη αὐτοῦ ἀποδίδωσιν τὸ δίκαιον τῷ κρινομένῳ πρὸς πέντε ἡμέρας· πρὸς ἡμέρας πλείονας οὐ δύναται ἀποδοῦναι. ̔Ο μέντοι γε Θεὸς δι καιοσύνην ε χει κρίνουσαν, καὶ ἀποδίδωσιν αἰωνίως τὰ τῆς κρίσεως τῆς δικαίας· διὸ λέλεκται· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· α τρεπτος γὰρ καὶ ἀναλλοίωτος η ν, ου ποτε μὲν, ποτὲ δ' οὐκ ε χει δικαιο σύνην, πηγὴ γὰρ καὶ γεννήτωρ αὐτῆς ὑ πάρχων. Καὶ μετ' ὀλίγα· ἐπεὶ ὁ παρὰ ̓Ιουδαίοις νο
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.