Fragmenta in Psalmos (Greek) · §u29-rem-early

Unit 29 rem early

Rem early: Unit 29; lemma and Origen’s theoria.

Greek

μιζόμενος νόμος ει ναι ἀλήθεια, οὐκ ἀλήθεια ω ν, ἀλλὰ τύπος, παρ' ἡμῖν τοῖς ἐπιστρέψα σιν πρὸς Κύριον, οὐκέτι τύπος, ἀλλ' ἀλή θεια. 118.143 Θλίψεις καὶ ἀνάγκαι ευ ροσάν με, αἱ ἐντολαί σου μελέτη μου. ̔Η γὰρ ὁδός μου στένη καὶ 118 τεθλιμμένη ἐστὶν, ἡ ἀνάγουσα εἰς τὴν ζωήν. Καί· Πολ λαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς. Ει τά φησιν· Αἱ ἐν τολαί σου, μελέτη μου. 118.145 ̓Εκέκραξα ἐν ο λῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ινα ἀκριβῶς αὐτὰ νοήσας, σοφὸς ἐν αὐ τοῖς γένωμαι. Πρότερον μὲν, ἐν ο λῃ καρδίᾳ μου ἐκέκραξα· δεύτερον δὲ, ἐκέκραξα πρὸς σὲ, καὶ αὐτὸ δὲ ο ἐλάλουν, κατὰ ἡγεμονικὸν, οὐκ α λλο τι η ν η ὁ Θεός. ̓Επεὶ ου ν σε με γάλως ἐπεκαλεσάμην, διὰ τοῦτό με σῶσον. Η τὸ λαλῆσαι εἰς ω τα Κυρίου, πεφυκότα ἀκούειν ἐν κρυπτῷ, ἀπὸ τῆς ἐν ο λῃ καρδίᾳ γίνεται πρὸς αὐτὸν κραυγῆς, η ς μάλιστα ἐ πακούει ὁ Θεός. – Τίς ἐκέκραξε πρὸς τὸν Θεόν; ὁ αἰτῶν τὰ μεγάλα καὶ [οὐ] περὶ μι κρῶν ἀξιῶν· δικαιολογεῖται ου ν πρὸς τὸν Θεόν· οὐ μικρῶς ἐλάλησα πρὸς σὲ, οὐδὲ διὰ χειλέων καὶ στόματος, ἀλλὰ διὰ τῆς καρδίας, καὶ ταύτης κεκραγυίας μετὰ ἀναστήματος, προσήνεγκά μου τὴν εὐχὴν, ἀξιῶ ου ν ἐπα κουσθῆναι, καὶ τὰ δικαιώματά σου ἐκζη τήσω καὶ ἀκριβῶς αὐτὰ νοήσας, σοφὸς ἐν αὐτοῖς γίνομαι. –Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινο μένων ὑπ' αὐτῆς τῷ Θεῷ. ̔Ο γὰρ δίκαιος ̔Ο μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰ τῶν ἐπουράνια καὶ μεγάλα. ἐπιμένων ζητεῖν ἐν πᾶσι τοῖς κτίσ μασι καὶ μάλιστα τοῖς λογικοῖς πᾶσι ζώοις, τὸ δίκαιον τῆς προνοίας τοῦ Θεοῦ, ου τος τὰ δικαιώματα ἐκζητεῖ τοῦ Θεοῦ, οι ον τὴν αἰ τίαν ὑπεροχῆς λογικῶν τινων παρ' ἑτέρῳ, ω Μονογενὲς, ει τε ἐν τοῖς ε θεσιν, ει τε ἐν χαρίσ μασιν, ει τε ἐν διατάξει τοῦ παντὸς, ει τε τῶν ἐν ἀνθρώποις συμπτωμάτων. ̓Αλλὰ καὶ ὁ τὰ ἐν τῇ γραφῇ ὀνομαζόμενα δικαιώματα ἀκ ριβῶς ἐξετάζων, δικαιώματα τοῦ Θεοῦ ἐκ ζητεῖ. Μόνης δὲ δηλοῦται [κραυγὴ] καρδίας ο λως πρὸς Θεὸν βοώσης ἐν τῷ· ̓Εκέκραξα ἐν ο λῃ καρδίᾳ μου· παρασπᾷ γὰρ τὸ ἐν ο λῃ παραλαμβανομένη κραυγὴ καὶ ἡ αἰσθητή. Προτραπῶμεν ἐκ διαθέσεως εἰπεῖν· Τὰ δι καιώματά σου ἐπιζητήσω. 118.147 Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκρα ξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Καὶ τὸ ῥητὸν ἡμᾶς οἰκοδομησάτω, καὶ ἡ ἀναγωγὴ ὠφελησάτω. Τὸ μὲν ῥητὸν τοῦτον ε χει τὸν νοῦν· οὐ περιέμενον τὴν ἡμέραν ἐγγίζουσαν, ι να ευ ξωμαι πρὸς σέ· ἀλλ' ε τι ἀωρίᾳ νύκτωρ ἀνιστάμην, προλαβὼν τὰ ση μεῖα τῆς ἡμέρας, ι να νυκτὸς εὐξάμενός σοι, ἐπιτύχω τῆς τοῦ ἀληθινοῦ φωτὸς εἰς τὴν ψυχήν μου ἀνατολῆς, καὶ πρὸς τῷ ἐλπίζειν, πάλιν ἐπήλπισα, προκόπτων τῇ ἀγάπῃ, ἐπεὶ ἡ ἀγάπη πάντα ἐλπίζει. Οὐ θαυμαστὸν δὲ, α ν ὁ πρεσβύτης καὶ μηκέτι ὀχλούμενος ὑπὸ τῶν σωματικῶν ὀρέ ξεων, ἑαυτὸν ἐπιδίδωσιν ἀσκήσει τῆς θεοσε βείας· θαυμαστὸν δὲ α ν νέος καταπατῇ τὰ τῆς νεότητος κακὰ καὶ προφθάνῃ ἐν ἀωρίᾳ, βουλόμενος νικῆσαι τὴν νεότητα πρεσβυτικῷ φρονήματι. Τότε γὰρ ει ποιμι α ν περὶ τού του, ο τι πνευματικῶς ἐποίησε τό· Προέφθα σα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐφήλπισα. 118.148 Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ο ρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. Βασιλεὺς ω ν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυζόμενος, οὐκ ἐν ἡμέρᾳ μό νον προσέφερε τῷ Θεῷ τὰς ἱκετηρίας, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδὰς, ου τως ἐπόθει τὸν πε ποιηκότα Θεὸν, ου τω προθύμως τὴν ἐκεῖθεν ῃ τει βοήθειαν. – ̔Ο ἐκ νυκτὸς ὀρθρίζων πρὸς Θεὸν λέγοι α ν τοῦτο· προτρεπτικὸν δέ ἐστιν ἐπὶ τὸ ε ωθεν μελετᾶν τὰ λόγια τοῦ Θεοῦ. Μήποτε δὲ καὶ ὁ λύχνος τοῦ σώματος ἡμῶν ὁ νοῦς, λεγόμενος ὀφθαλμὸς, προφθά νων ὀφείλει ταῖς ἰδίαις ἐνεργείαις τὸν ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ο ρθρον, ἐξαιρέ τως ἀνατέλλοντος τοῖς προφθάσασιν αὐτὸν ὀφθαλμοῖς; 118.149 Τῆς φωνῆς μου α κουσον, Κύριε, κατὰ τὸ ε λεός σου, κατὰ τὸ κρίμα σου ζῆ σόν με. Εχεις μεθόδους πολλὰς, ο πως ζωοποιή σῃς τοὺς ἀναξίους τῆς ζωῆς, κατὰ γοῦν τὸ κρίμα σου καὶ κατὰ τὸ ε λεός σου, ζωοποίη σόν με, Κύριε, οὐ γὰρ θαῤῥῶ κατὰ τὴν ἐμὴν πρᾶξιν ἐπακουσθήσεσθαι, Κύριε, ἀλλὰ κατὰ τὸ κρίμα σου, τουτέστιν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.