Unit 29 rem close
Rem CLOSEOUT: Unit 29 CLOSEOUT.
Greek
τῶν μαρτύ ρων τὰ ἀγωνίσματα, σκοπῷ τῆς ὁμοίας ἀ θλήσεως, ου τος τοσαυτάκις 120 γίνεται τοῦ Θεοῦ μάρτυς. ̔Οσάκις τε ὑπὸ δυνάμεων ἀντικει μένων διώκεται καὶ οὐχ ἡττᾶται, οὐδὲ νι κᾶται πάθεσιν ἀτιμίας, καὶ νικᾷ. Περὶ τού του Παῦλος τοῦ μαρτυρίου φησί· Τοῦτο γάρ ἐστι τὸ καύχημα ἡμῶν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. ̔Ο ου ν δίκαιος οὐκ ε σ τιν, ο τε οὐ διώκεται· οὐκ ε στιν, ο τε οὐ μαρ τυρεῖ. – Οὐδὲ πολλαῖς, φησὶ, περιστοιχι ζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομο θετημένων ἠνεσχόμην τι παραβῆναι. Ταῦ τα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διω κόμενος ει ρηκε· τηνικαῦτα γὰρ τῆς ἁμαρ τίας ἀπείραστος η . 118.158 Ει δον ἀσυνετοῦντας, ̔Ο ζῆλος τοῦ οι κου σου καὶ ἐξετη κόμην, ο τι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. κατέφαγέ με. Λέγει ὁ ἀπόστολος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσ θενῶ, ζήλῳ θεοσεβείας ζηλῶν; Μακάριος ὁ ἀπὸ ἀγάπης Θεοῦ τῆς πρὸς ἀνθρώπους ἀ συνετοῦντας ἐκτηκόμενος. Τὸ ἑξῆς ἐστιν ου τως· Ει δον αὐτοὺς, ο τι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο ἀσυνετοῦντες, καὶ ἐξετηκόμην· εἰ μή τις ου ν ἀσυνετεῖ, ἐκεῖνος, ἐπεὶ τὰ λόγια τοῦ Θεοῦ οὐκ ἐφυλάξατο, ἀσυνετεῖ. 118.159 Ιδε ο τι τὰς ἐντολάς σου ἠγάπη σα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. ̔Ο ἀγαπῶν τὰς ἐντολὰς, ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, η δι' αὐτῶν· ἐν αὐταῖς μὲν, τοὺς λόγους τῆς πρακτικῆς γνώσεως ἐκ μαθών· δι' αὐτῶν δὲ, σοφίας καταξιωθείς. Οὐ πᾶς ὁ ποιῶν τὰς ἐντολὰς, ἀγαπᾷ αὐτὰς, ἀλλ' ὁ ἀπὸ τελείας ἀγάπης ε ξω βάλλων τὸν φόβον, καὶ ει η· ἀγαπήσας ου ν τὰς ἐντολάς σου, ἐλέῳ ζήσεσθαι αἰτῶ. 118.160 ̓Αρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δι καιοσύνης σου. Εἰ ἀρχὴ τῶν λόγων τοῦ Θεοῦ ἀλήθεια, ὁ Χριστὸς α ρα ἀρχὴ τῶν λόγων ἐστὶ τοῦ Θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει, ὡς αι τιον. Πάλιν εἰ ἡ ἀρχὴ τῶν λόγων [Θεοῦ] ἐστὶν ἡ ἀλήθεια, ἐν οι ς α ν αὐτὴ ἐγγίνηται, ἐν ἐκεί νοις γενήσονται καὶ οἱ λόγοι τοῦ Θεοῦ. 118.161,162 Αρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ὑπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. ̓Αγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. ̔Ο ἐν τῷ διώκεσθαι ὑπὸ ἀρχόντων, οὐδένα μὲν αὐτῶν φοβούμενος, δειλιῶν δὲ ὑπὸ τῶν λόγων τοῦ Θεοῦ, υ στερον ἀγαλλιάσεται ἐπὶ τὰ αὐτὰ λόγια, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. ̔Ο ἀπὸ τῶν ἐθνῶν λαὸς χαριέντως ταῦτα ἐρεῖ, οἱονεὶ σκυλεύσας τὸν ἐκ περιτομῆς λαὸν, ο τε ε λαβε τὰ λόγια τοῦ Θεοῦ, α πρῶ τοι ̓Ιουδαῖοι ἐπιστεύθησαν. ̓Αληθὴς καὶ ουτος ὁ λόγος, ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα λό για διακείμενος, τἀναντία μυσαττέθω. Τῷ ἐδειλίασεν, ἀντὶ τοῦ εὐλάβετο, ἐχρή σατο. – ̓Εκ τῶν προφερομένων ἐγκλημά των ἐστὶ τῇ γραφῇ καὶ τὸ εἰρημένον ἐνταῦ θα ῥητὸν, παρὰ τῶν μὴ ἐπισταμένων, μήτε ποίᾳ προφάσει, μήτε ποίᾳ δυνάμει λελάλη ται τὰ α για λόγια τῶν γραφῶν. ̔Ορᾷς γὰρ, φασὶν, τὸν προφήτην ἀκολουθοῦντα τῷ πά θει τῷ κακίστῳ ἐν ἀνθρώποις, δειλιὰν ἀνειλη φέναι ἀπὸ τῶν λόγων, ω ν φησιν ει ναι τοῦ Θεοῦ. Πῶς ου ν ἀπολογησόμεθα ἡμεῖς περὶ τῆς ἐνταῦθα λεγομένης ἐπαινετῆς δειλιᾶς; ̓Ακουστέον. Οἱ ἐγκαλοῦντες ταῦτα, Ελληνές εἰσιν· ι ν' αὐτοὺς πείσωμεν καὶ τοὺς οἰομένους ὑπὸ τῆς πιθανότητος τῶν λόγων αὐτῶν, παρ' αὐ τοῖς τοιγαροῦν ευ ρωμεν παράδοξον λόγον· ̓Ασκητέον τὸ λοίδωρον, ἀλλὰ καθ' ἑαυτοῦ· παραδόξως ἐχρήσατο ἐκεῖ τῷ λόγῳ ὁ φάσ κων· ̓Ασκητέον τὸ λοιδωρὸν, ἀλλὰ καθ' ἑαυ τοῦ, ι να μὴ τὸν πέλας λοιδορῶμεν· ἀλλ' ἐφ' οι ς ἁμαρτάνομεν, αὐτοὶ ἑαυτοῖς λοιδορῶμεν. Ορα πῶς τῷ λόγῳ τῷ ψεκτῷ (ψεκτὸν γὰρ ἡ λοιδωρία) ευ ρε χρήσασθαι εἰς δέον ὁ Ελ λην. Καὶ πάλιν. Τὸν θυμὸν καὶ τὴν πικρίαν ἀ νακινητέον· ἀλλὰ κατὰ τῆς ἐν ἡμῖν ἡδυ παθείας χρησάμενος τοῖς τοιούτοις παρα δείγμασιν, πρὸς ἐκείνους ει ποιμι α ν· α ρα, εἰ μὴ μεγάλη ἀρετή ἐστι τοῦ λέγοντος· Αρ χοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου; Καὶ μάλιστα τοῦτο λεγέσθω ὑπ' ἀνθρώπου εἰς μαρτύριον κεκλημένου, διωχθέντος ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, καὶ τῶν ἐξου σιῶν, τῶν ἐγκεχωρισμένων τὴν περὶ ζωῆς· καὶ θανάτου τῶν ἀνθρώπων κρίσιν. Ιδε μοι τὸν μαρτυροῦντα, βλέποντα τὰ ποικίλα τῶν βασανιστηρίων ο ργανα, καὶ μὴ δειλιῶντα ἐπὶ τούτοις, ἀλλὰ μεμνημένον τοῦ 121
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.