Fragmenta in Psalmos (Greek) · §u29-rem-mid

Unit 29 rem mid

Rem mid: Unit 29; lemma continues; spiritual reading with the letter.

Greek

ὡς ἐὰν συγκρίνῃς περὶ τοῦ ζῆσαί με. 118.151 ̓Εγγὺς ει , Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου [αλ. αἱ ἐντολαί σου] ἀλήθεια. ̔Ο Θεὸς ἀλλαχοῦ φησιν· Θεὸς ἐγγίζων ἐγώ εἰμι, 119 καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύ ριος. ̔Η δύναμις γὰρ τοῦ Θεοῦ πανταχῇ ἐσ τι κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. Καὶ μετ' ὀλίγα. Αὐτὸς μὲν ου ν ἐγγίζει ου τως· ἀλλ' ἐὰν μὴ καὶ ἡμεῖς ἐνεργήσωμεν, αὐτοῦ ἐγγίζοντος, τὸ ἐγγίζειν αὐτῷ, οὐκ ἀ πολαύσομεν τῆς ἐγγύτητος αὐτοῦ· διὰ τοῦτο πόῤῥω εἰσὶν οἱ ἁμαρτωλοὶ τοῦ Θεοῦ· ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. ̔Ο δὲ δίκαιος ἐνεργεῖ τὸ ἐγγίζειν τῷ Θεῷ. Καὶ μετ' ὀλίγα. ̓Εγγὺς ει , Κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ὁ σωματικὸς ̓Ιουδαῖος οὐ δύναται ἀληθεύων ταῦτα λέγειν· τύπον γὰρ ποιεῖ, περιτέμνεται, οὐ τὴν ἀλη θινὴν περιτομήν· α ζυμα α γει, οὐ τὰ ἀληθῆ, καὶ ἁπλῶς εἰπεῖν, ἐν τύποις ἀσχολεῖται, καίτοιγε οὐκέτι αὐτοὺς ε χων. ̔Ο μέντοι γε νοῶν τὰ πράγματα καὶ μυστήρια τῆς βασι λείας τῶν οὐρανῶν, καὶ τίς ἡ ἀλήθεια, περὶ ἑκάστου τῶν γεγραμμένων ἐρεῖ· Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια. – ̔Ετέρα δὲ γραφὴ ω δε ε χει· Καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, δηλονότι αἱ πρὸς αὐτὸν φέρουσαι· τέλος γὰρ πασῶν τῶν ὁδῶν τούτων, ὁ εἰπών· ̓Εγώ εἰ μι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. 118.152 Κατ' ἀρχὰς ε γνων ἐκ τῶν μαρτυ ρίων σου, ο τι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Πό σοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως εὑρεθή σονται ἐν τῷ κρυπτῷ πολλάκις ἀρνησάμε νοι, κα ν ὑπ' ἀνθρώπων μὴ γένωνται ἀποσυ νάγωγοι· τὰ γὰρ κρυπτὰ τῷ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τάδε φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν. 118.153 Ιδε τὴν ταπείνωσίν μου, καὶ ἐ ξελοῦ με, ο τι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Καλεῖ ὁ προφήτης τὸν Θεὸν, ὡς ἐν πει ρασμοῖς γενόμενος, καὶ νενικηκὼς, καὶ προσ καλεῖται αὐτοῦ τοὺς ὀφθαλμοὺς θεωρεῖν ἐπὶ τῷ πεπαλαικέναι καλῶς καὶ νενικηκέναι. Οὐ παντὸς δὲ ε στιν εἰπεῖν· Οτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην, ἀλλὰ τοῦ νοήσαντος τὸν νόμον, καὶ ἀεὶ τηρήσαντος αὐτὸν, καὶ παρα καλοῦντος τὸν Θεὸν ἐπὶ τὴν θέαν τῆς ἐπαι νετῆς ἐν τῇ ψυχῇ ἑαυτοῦ ταπεινότητος. ̓Α κριβέστερον δὲ νοήσεις τίνα τρόπον ὁ πειρα ζόμενος λέγει τῷ Θεῷ· Ιδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με τοῦτον τὸν τρόπον, ὡσεὶ ἐν μαρτυρίῳ τις γένοιτο, καὶ ταπεινωθείη διαφόρως αἰκιζόμενος καὶ μαστιζόμενος, πάντων αὐτὸν καὶ τὴν αὐτοῦ πίστιν χλευα ζόντων καὶ καταδικαζόντων· ἐκεῖνος γὰρ λεγέτω κατ' ἐκείνου καιροῦ τῷ Θεῷ, εἰ μαρ τυρεῖ, εἰ ὑπομένει· Ιδε ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ο τι τοῦ νόμου σου οὐκ ἐπελαθό μην. Εκαστος τῶν κρινόντων, μάλιστα ἐν ἐκ κλησίᾳ Θεοῦ, προσεχέτω, μήποτε ἀδίκως κρίνας κατά τινα, κατεντευχθῇ ὑπὸ τοῦ ἀ δίκως κριθέντος δικαίου, λέγοντος τῷ Θεῷ· Κρίνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με. Οὐ ταὐτὸν δέ ἐστιν τό· Κρίνον με, τῷ· Κρί νον τὴν κρίσιν μου. Εκαστος δὲ τῶν εὐχομέ νων διὰ τί θέλει ζῆν; ̔Ο μὲν φαῦλος, δι' ἡ δονὴν, ι να αὐτῆς ἀπολαύῃ· ὁ δὲ δίκαιος, διὰ δικαιοσύνην. 118.155,156 Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ο τι τὰ δικαιώματά σου οὐκ ἐξεζή τησαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κα τὰ τὸ κρῖμά σου ζῆσόν με. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. ∆ιὰ τί; ο τι τὰ δικαιώματα τοῦ Θεοῦ οὐκ ἐξεζή τησαν. Ει τις γὰρ τὰ δικαιώματα αὐτοῦ οὐκ ἐκζητεῖ, τούτου μακράν ἐστιν ἡ σωτηρία, δηλονότι ὁ Θεός. –Εἰ καὶ μακράν ἐστιν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ἀλλὰ πολλοί εἰσιν οἱ οἰκτιρμοὶ Κυρίου, ὡς τοὺς μακρὰν ἐγγὺς γενέσθαι δύνασθαι. 118.157 Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξ έκλινα. Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χρισ τῷ διωχθήσονται. Μὴ πάντως δὲ τοὺς διωγ μοὺς τοὺς ε ξωθεν προσδοκᾷ, ἀλλὰ διωγμοὶ ἀεὶ τῷ δικαίῳ γίνονται, ε ξωθεν μάχαι, ε σω θεν φόβοι. ∆ιώκουσιν αἱ δυνάμεις αἱ ἀντικεί μεναι, κινοῦσαι πρὸς ἁμαρτίαν, διὰ οἰκείων, διὰ γυναικὸς μαχίμου τε καὶ γλωσσώδους, δι' οἰκέτου ἀτάκτου, δι' ἑτέρων πολλῶν, δι' αὐτῶν τῶν ἁμαρτημάτων· καὶ ἐὰν μὴ ἀγω νίσωμαι ὁμολογῆσαι τῷ Θεῷ διὰ τῆς σωφρο σύνης καὶ τῶν λοιπῶν ἀρετῶν, ἀρνησίθεος γίνομαι, ω σπερ καὶ γεγόνασί τινες μάρτυ ρες. Ου τω τοσαυτάκις τις γίνεται [δίκαιος]· ὁσάκις γὰρ α ν ἐξιχνιάζῃ τις

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.