Fragmenta in Psalmos (Greek) · §u30-open

Fragmenta in Psalmos (Greek) Unit 30 opening

Unit 30.

Lemma-led open — κριτηρίου τοῦ Θεοῦ, καὶ δειλιῶντα ἐκεῖνο, καὶ ο λον γινό μενον τῆς ἀναζωγραφήσεως αὐτοῦ κα

Greek

κριτηρίου τοῦ Θεοῦ, καὶ δειλιῶντα ἐκεῖνο, καὶ ο λον γινό μενον τῆς ἀναζωγραφήσεως αὐτοῦ καὶ τῶν ἀποκειμένων ἐκεῖσε κολάσεων τῷ ἀρνησι θέῳ. ∆ιὰ τοῦτό φησιν· Αρχοντες κατεδίωξάν με δωρεὰν, οὐχ ὡς λῃστὴν, οὐχ ὡς, φησὶ, λῃστὴν, οὐχ ὡς φονέα, οὐδὲ ὡς α λλο τι τῶν ἀτόπων πεποιηκότα· ἀλλ' ἐπειδὴ σὲ σέβω, τὸν Θεὸν τῶν ο λων δημιουργὸν, ἐπεὶ πεπίσ τευκα εἰς τὸ ο νομα τοῦ Μονογενοῦς σου. ∆ιὰ τοῦτο διώκομαι, καὶ διωκόμενος δειλιῶ, οὐκ ἀπ' αὐτῶν, οὐδὲ ἀπὸ τῶν προσφερομένων ὑπ' αὐτῶν, ἀλλὰ διὰ τὴν πρὸς τοὺς σοὺς λό γους δειλιάν. ̓Ασκητέον ου ν τὴν δειλιὰν, τὴν ἀπὸ τῶν λόγων τοῦ Θεοῦ, ι ν' ἀποστῶμεν ἀ πὸ τῶν ἁμαρτημάτων, καὶ μάλιστα τῆς φο βερᾶς ἁμαρτίας τοῦ ἀρνήσασθαι τὸν ὑπὲρ ὑμῶν ἀποθανόντα. Ου τος ὁ ταῦτα εἰπὼν ἀ γαλλιάσεται ἐπὶ τοῖς λόγοις τοῦ Θεοῦ. ̓Αγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ποίοις λόγοις; η περὶ ω ν λέγει ὁ Παῦλος· πρῶτον γὰρ ἐπισ τεύθησαν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν ̓Ιου δαίων φάσκων. Καὶ πάλιν. Αξιον ζητῆσαι διὰ τί παρέ λαβε τὸν ἀγαλλιῶντα ἐπὶ τοῖς λόγοις τῷ εὑρίσκοντι σκῦλα. ̓Εὰν ι δῃς τίνες ει χον τὰ λόγια τοῦ Θεοῦ, καὶ κατανοήσῃς τίνες νῦν ε χουσιν αὐτὰ, ο ψῃ ο τι ̓Ιουδαίους Χριστια νοὶ ἐσκυλεύσαμεν, τοῦ Χριστοῦ εἰπόντος· ̓Αρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται τῷ ε θνει ποιοῦντι τοὺς καρ ποὺς αὐτῆς. Πολλὰ δὲ τὰ σκῦλα, ἐπειδὴ καὶ πολλαὶ τῆς θείας γραφῆς αἱ βίβλοι. ̓Εκεῖ νοι γὰρ οὐκ ε χουσιν αὐτὰ, α τε δὴ μηδὲ τὸν νοῦν αὐτῶν ἐπιστάμενοι. 118.163 ̓Αδικίαν ἐμίσησα καὶ ἐβδελυξά μην, τὸν δὲ νόμον σου ἠγάπησα. Βδελύξασθαι καὶ μισῆσαι δεῖ τὴν ἀδικίαν, εἰ μέλλοι μὲν ε ργοις ἐπιδείκνυσθαι τὴν εἰς τὸν νόμον τοῦ Θεοῦ ἀγάπην· οὐ τὸν α δικον, ἀλλὰ τὴν ἀδικίαν μισητέον, καὶ οὐ νεκρὰ ἀνθρώπων σώματα, η ὡς ̓Ιουδαῖοι ὀνομά ζουσι Κύριον, δαίμονα βδελυκτὸν, ἀλλὰ τὴν ἀδικίαν· αὐτὴ γὰρ ἀληθῶς βδέλυγμα. 118.165 Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ε στιν αὐτοῖς σκάνδαλον. ̓Εάν τις ἀγαπᾷ τὸν νόμον τοῦ Θεοῦ, εἰρή νην ε χει πολλήν· πόλεμος οὐχ α πτεται τῆς ψυχῆς αὐτοῦ, οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ α τε εἰρήνην ε χων, τοιοῦτος γεγένηται, ι να ὑπὸ μηδενὸς ε τι σκανδαλισθήσεται· κεκτημένος γὰρ τὴν εἰρήνην τοῦ Θεοῦ ἐν ἑαυτῷ, διὰ τὸ ο νομα αὐτοῦ σκάνδαλον οὐκ ε στιν ἐν τούτοις. – Εἰ οἱ μικροὶ σκανδαλίζονται, (ο στις γὰρ α ν σκανδαλίσῃ, φησὶν, ε να τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ι να κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει) οἱ δὲ ἀγαπῶντες τὸν Κύριον, οὐ σκανδαλίζον ται· οἱ μικροὶ οὐκ ἀγαπῶντες τὸν Κύριον, σκανδαλίζονται, διὸ καὶ ἀγνοοῦντες τοὺς λόγους τῶν γινομένων, ἐφ' οι ς καὶ σκανδα λίζονται. 118.169 ̓Εγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λογιόν σου συνέτισόν με. Πτεροῖ τὴν δέησιν τοῦ δικαίου ὁ καλὸς αὐτοῦ βίος, ὡς ἐνώπιον τοῦ Θεοῦ γένηται· ἀλλὰ καὶ τὸ πνεῦμα ῳ προσεύχεται, κουφί ζει δὴ τὴν εὐχὴν καὶ φέρει πρὸς Θεόν· ἡ δὲ ἁμαρτία, βαρεῖα ου σα, τοῦ μὴ καλοῦ βίου ἐχομένου, μακρύνει ἀπὸ Θεοῦ τὴν εὐχὴν το σοῦτον, ο σον ἐστὶ βαρεῖα πλεῖον η ε λαττον. Ου τω καί τινων μὲν ἀναβαίνει προσευχὴ καὶ στεναγμὸς ἀπὸ τῶν καλῶν ε ργων, καὶ τοῦ μισεῖν τὸν αἰγύπτιον ἐργάσεσθαι πῆλον· ἑτέρων δὲ πίπτει η καταβαίνει, ω ν γίνεται εἰς ἁμαρτίαν ἡ προσευχή. ̓Αντιδιέστειλε τῇ τοῦ κόσμου συνέσει κατὰ τέχνας τε καὶ πᾶν ἐπιτήδευμα, κατὰ τὸ λόγιόν σου προσθεὶς καὶ τὴν θείαν δηλονότι σοφίαν, η ν ε χοντες οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἠλλαττοῦντο τῆς ἀνθρωπίνης· λέγει γάρ· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν αὐτῶν. Οτι δίκαιος ου ν τοῦτο ευ χεται, συνετὸς γενέσθαι κατὰ τὸ λόγιον τοῦ Θεοῦ. Χρὴ δὲ εἰδέναι, ο τι περὶ τοῦ τῷ Θεῷ ἐγ γίσαι,

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.