Unit 30 rem early
Rem early: Unit 30; lemma and Origen’s theoria.
Greek
διαφορὰς ευ ρομεν ταύτας· ὁ μὲν τελει ότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγγίζει τῷ Θεῷ, εὐχὴν δὲ ε χει ἐγγίζουσαν αὐτῷ. Οθεν περὶ Μωϋσέως ευ ροις α ν τό· ̓Εγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ 122 ἐγ γιοῦσιν· ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν· ̓Ηγγίσατο ἡ δέησίς μου, καὶ ἑξῆς. Τίς δὲ τούτων ἡ διαφορά; Αξιον θεωρῆσαι· ὁ Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, δύναμις γάρ ἐστιν α ῤῥητος καὶ α φθεγκτος καὶ ἀόρατος. Εἰ δὲ οὐκ ε στιν ἐν τόποις ὁ Θεὸς, ἐγγίζειν δὲ ε σ τι τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγ γίζομεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; η ὁ κρυπτὸς τῆς καρδίας α νθρωπος, ο ν ὠνόμα σεν ἡ γραφὴ ε σω α νθρωπον. Τούτου ε στιν ἐγγίσαι τῷ Θεῷ. Εστι δὲ ἐγγίσαι διὰ ̓Ιησοῦ Χριστοῦ, καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, ο τι δικαιοσύνη ἐστὶ, ο τι ἀλήθεια, καὶ σοφία, καὶ ἀνάστασις, καὶ φῶς ἀληθινόν. Ανευ γὰρ τούτων οὐκ ε στιν ἐγγίζειν τῷ Θεῷ, ἀλλ' οὐ δὲ χωρὶς εἰρήνης τῆς φρουρούσης τὰς καρ δίας καὶ τὰ νοήματα, η τις ἐστὶν ὁ Χριστός. Οσῳ δέ τις ἀπολείπεται δικαιοσύνης καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ. 118.170 Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. ̓Εν τῷ βίῳ τούτῳ κοσμικά ἐστιν ἀξιώμα τα τούτων τῶν πραττόντων τὰς νομιζομένας ὑπεροχὰς ἐν ἐξουσίαις καὶ ἀρχαῖς· ου τως ἐστὶν ψυχῆς ἀξίωμα· ο περ ε χει ὁ ἀπόστο λος· ἀξίωμα γάρ ἐστιν ει ναι ἀπόστολον Χριστοῦ ̓Ιησοῦ, καὶ σώζειν τὸν χαρακτῆρα τοῦ ἀποστόλου. ̓Αξιώματά ἐστι καὶ τὰ ἐκ κλησιαστικὰ τάγματα, τὸ ει ναι ἐπίσκοπον, εἰ τύχοι, η πρεσβύτερον, η α λλο τι τῶν ἑξῆς. ̓Αξιώματα δὲ ψυχῆς καὶ τὸ ε χειν τὰς ἀρε τὰς, η μίαν τινὰ ἐξ αὐτῶν. ̓Εὰν οὐκ ε χῃ τις τοιοῦτον ἀξίωμα, ο κυρίως καὶ ἀληθῶς ἐστιν ἀξίωμα, ευ χεται τῷ Θεῷ λέγων· Εἰσ έλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. –Τὸ ἀξίωμα τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, α λλοι δὲ τὴν ἀξίωσιν. 118.171 ̓Εξερεύξαιντο τὰ χείλη μου υ μ νον. Τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει· τὸ δὲ ὑμνεῖν ἀγγέλοις, η τοῖς ε χουσι σχεδὸν ἀγγελικὴν κατάστασιν. Οντως καὶ οἱ ἀ γραυλοῦντες ποιμένες οὐκ η κουσαν ψαλλόν των ἀγγέλων, ἀλλ' ὑμνούντων καὶ λεγόν των· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ τὰ ἑξῆς. – Υμνος δέ ἐστιν δοξολογία μετ' ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γενομένων ὑπὸ Θεοῦ. 118.172 Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λό γιά σου, ο τι πᾶσαι αἱ ἐντολαί σου δικαιο σύνη. Τουτέστι δικαιοσύνης ποιητικαί. – ̔Ο λέγων τοῦτο ευ χεται ι να α φθέγγεται, λόγοι ω σι Θεοῦ. Καὶ γὰρ γέγραπται ἀλλαχοῦ· Ανοιγε σὸν στόμα λόγῳ Θεοῦ. ̔Ο δὲ τοιοῦτος εὐχόμενος ἀργὸν ῥῆμα οὐ λαλεῖ, φθέγ γεται δὲ κυρίως τὸν περὶ δικαιοσύνης λόγον, οὐχὶ φωνῇ μόνῃ αὐτὸ προφέρων, ἀλλὰ καὶ ε ργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ. – Ορα τῶν θείων ῥημάτων τὸ ευ τακτον, ω ν ὡς ἰδιωτικῶν κα ταφρονοῦσιν παῖδες ̔Ελλήνων. Πρῶτον γὰρ τὸ ἐγγίσατο, ει τα τὸ μεῖζον, τό· Εἰσέλθοι τὸ ἀξίωμά μου. Πρὸ γὰρ τοῦ εἰσέλθοι, τὸ ἐγγί σαι· ἐγγίσας γάρ τις οἰκίᾳ, ἐὰν ῃ φίλος τοῦ οἰκοδεσπότου, εἰσέρχεται. Ην δὲ κέκληκε δέησιν, νῦν ει πε ἀξίωμα παρὰ τὸ ἀξιοῦν. 118.175 Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέ σει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Τὸ αἰνεῖν σε τῶν ζώντων ἐστίν· οἱ γὰρ νεκροὶ οὐκ αἰνέσουσι τὸν Κύριον. 118.176 ̓Επλανήθην ὡς πρόβατον ἀπο λωλός· ζήτησον τὸν δοῦλόν σου, ο τι τὰς ἐν τολάς σου οὐκ ἐπελαθόμην. Εἰ καὶ ἐπλανήθην, ἀλλ' οὐκ ἐπελαθόμην τῶν ἐντολῶν σου· ἠθέλησα ου ν βιῶσαι κατὰ ταύτας. Ζήτησόν με, ευ ρόν με, ἐπανάλαβέ με, ἐπάνελθε, ε χων με. Ζήτησον τὸν δοῦλόν σου, ο τι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ καὶ παρέβην τινὰς, ἀλλὰ λήθην οὐκ ἐδε ξάμην παντελῆ. ̓Αλλὰ ταύτην μὲν ὁ προφή της προσενήνοχε τὴν εὐχὴν, τετύχηκε δὲ α πασα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας. Εδραμε γὰρ ὁ καλὸς Ποιμὴν ἐπὶ τὸ πλα νώμενον πρόβατον, καὶ περιελθὼν τὰ ο ρη καὶ τοὺς βουνοὺς (παρὰ ταῦτα γὰρ ἐπλανᾶ το λατρεῦσαι τοῖς δαίμοσιν), ευ ρε, καὶ ἐπὶ τῶν ω μων λαβὼν, ἐπανήγαγε, καὶ ηὐφράνθη μᾶλλον η ἐπὶ τοῖς ἐννενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Η ου τως· ἐπειδὴ τέλος νόμου ὁ Χριστὸς εἰς δικαιοσύνην, εἰκότως σφραγῖδα τῇ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.