Unit 30 rem mid
Rem mid: Unit 30; lemma continues; spiritual reading with the letter.
Greek
παρούσῃ ψαλμῳδίᾳ τὸν νῦν στίχον ὁ προφήτης ἐπέθηκε. ̓Αλλ' ὁ Ποιμὴν ἡμᾶς ὁ ἀληθινὸς, οὐδὲ ου τως ἀπογινώσκων· η λθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ 123 σῶσαι τὸ ἀπολωλὸς, ῳ ἡ δόξα εἰς τοὺς αἰῶ νας. ̓Αμήν. 119.π ̓Ωδὴ τῶν ἀναβαθμῶν. Μόνοι οἱ τῷ λόγῳ καὶ τῷ βίῳ ἀναβαίνον τες, οἰκεῖοί εἰσι τῶν ἀναβαθμῶν καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζώμεθα τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέ γεσθαι ἐν τῷ λαῷ, ει ποτε πόλεμος προσεδο κᾶτο. Τὴν δὲ δευτέραν, ὁπότε παρεσκευά ζοντο καὶ συμμάχων ἐδέοντο. Τὴν δὲ τρίτην, ο τε συμβαλόντες τοῖς πολεμίοις ὑπέρτεροί πως αὐτῶν ἐγένοντο. Τὴν δὲ τετάρτην, ο τε περὶ τῆς νίκης ἐπὶ τέλει η λπιζον. Τὴν δὲ πέμπτην, ἐν τῷ κατωρθωκέναι. Τὴν δὲ ε κ την, ἐπανερχόμενοι. Τὴν δὲ ἑβδόμην, ἐπα νεληλυθότες. Τὴν δὲ ὀγδόην, ἐπισκευάζον τες τὸν ναόν. Τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγράφοντες τίς ὁ μακά ριος ἐπὶ τῷ τοὺς οἰκείους ἀπειληφέναι καὶ ει ναι σὺν αὐτοῖς. Τὴν δὲ δεκάτην ἐν βαθείᾳ τυγχάνοντες εἰρήνῃ, ο τε φασὶ πολλάκις μὲν πεπολεμῆσθαι, μηδὲ πώποτε δὴ δεδυνῆσθαι κατ' αὐτῶν τοὺς πολεμίους. Τὴν δὲ ἑνδεκά την, η δη τοῖς θείοις σχολάσαντες, καὶ τὰ βά θη ἐσχηκότες ἐν τοῖς ἡγεμονικοῖς ἀπὸ βα θέων καὶ ἀποῤῥητοτέρων τινῶν. Τὴν δὲ δω δεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνωσ θεῖσιν. Τὴν δὲ τρισκαιδεκάτην περὶ ἀποκα ταστάσεως ευ χονται Χριστοῦ. Τὴν δὲ τεσ σαρεσκαιδεκάτην, περὶ ἀποκαταστάσεως τῆς ἐκκλησίας. Τὴν δὲ πεντεκαιδεκάτην περὶ τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς τὸν οι κον τοῦ Θεοῦ, ἑστηκέναι ἐν αὐτῷ, καὶ εὐλογεῖν αὐ τὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ α για, ι να καὶ αὐτοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου. 119.1 Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐ κέκραξα. Οτε καὶ μεγάλαι εἰσὶ καὶ πολλαὶ αἱ θλί ψεις, οὐ παρελκόμεθα ὑπ' αὐτῶν εἰς τὸ μὴ κεκραγέναι λεγόντες· Κύριε, ῥῦσαι τὴν ψυ χήν μου. 119.5 Κατεσκήνωσα μετὰ τῶν σκηνωμά των Κηδάρ. Βαρβάρων γένος τοῦτό ἐστι θηριωδέστε ρον διακειμένων, οι όν εἰσιν οἱ Αραβες σκη ναῖς καὶ καλύβαις κεχρημένοι, καὶ πρὸς τὴν τῶν θηρίων ἀγριότητα μὴ ἐκπεπτωκότες. 119.6 Πολλὰ παρῴκησεν ἡ ψυχή μου με τὰ τῶν μισούντων τὴν εἰρήνην. ̓Αλλ' οὐδὲν η ττον τῷ ἑαυτῷ ἐποίησέ τι ὁ ἀπὸ τῆς ̔Ιερουσαλὴμ ὁρμώμενος· ει τα ἑρ μηνεύεται εἰρήνης ο ρασις, ι ν' οἱ τοῦ σκοτασ μοῦ τῆς Κηδὰρ ἀποστρέφωνται. 119.7 Ημην εἰρηνικὸς, ο ταν ἐλάλουν αὐ τοῖς, ἐπολέμουν με δωρεάν. Τότε μάλιστα χαλεπώτεροι γίνονται πο λεμοῦντες οἱ δαίμονες, ο ταν τις αὐτοῖς πρὸς τοὺς λογισμοὺς ἀποκρίνηται· καὶ διδάσκει ἡμᾶς τοῦτο ποιεῖν ὁ Χριστὸς πειραζόμενος· νηφούσης γὰρ ε σται διανοίας πρὸς τοὺς λο γισμοὺς ἀπαντᾶν· νήφειν δὲ ἡμᾶς ἐν τῇ πά λῃ οὐ βούλονται οἱ ἐχθροὶ, ι να μὴ εὐπορή σωμεν νοημάτων ἀντικειμένων τοῖς λογισμοῖς αὐτῶν· ἐφ' ο σον γὰρ οὐδὲν αὐτοῖς προσφέρο μεν οι κοθεν, χρονίζοντες αὐτῶν ἐν ἡμῖν οἱ λογισμοὶ διαστρέφουσι τὴν ψυχήν· διὸ κα λῶς λέγει ἐν ταῖς Παροιμίαις τό· ̓Αποπήδη σον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ο μμα πρὸς αὐτὴν, δηλονότι τὴν ἀντικειμένην δύναμιν, η τὴν κακίαν, η ν σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα. 120.4 ̓Ιδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ̓Ισραήλ. ̔Ο φυλάσσων Κύριος ἀπὸ παντὸς κακοῦ, οὐκ ἀπὸ νόσου, η ζημίας, η πενίας τῶν σω ματικῶν φυλάσσει, ἀλλ' ἀπὸ τῶν ἀληθῶς κακῶν καὶ βλαπτόντων τὴν ψυχήν. ̓Εκεὶ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυ λαὶ Κυρίου, μαρτύριον τοῦ ̓Ισραὴλ, τοῦ ἐ ξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Οτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οι κον ∆αυίδ. Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυ νάμει τοῦ Κυρίου ἐξελθοῦσαι, εἰς αὐτὴν ε σ πευδον τὴν πόλιν μαρτυρῆσαι, η τοι εὐχα ριστῆσαι τῷ Θεῷ τοῦ ̓Ισραήλ. –Προφη τεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ. Πρό τερον γὰρ ὁ ̓Ισραὴλ ἐκαλεῖτο ἐπὶ τὴν ̔Ιερουσαλὴμ, καὶ ἐπὶ τὸν οι κον Κυρίου. Νῦν δὲ πᾶσαι αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ἐφ' αι ς ἐπλήρωσαν τὴν θαυ μασίαν ὑπόσχεσιν· θρόνους τε τοῦ οι κου ∆α υὶδ ἱδρυνθῆναί φησιν ἐπ' αὐτῆς. ̓Επὶ καὶ βασιλείας πάντων ὁ ∆ανιὴλ προφητεύει, οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοινὴν ὑπὲρ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.