Fragmenta in Psalmos (Greek) Unit 33 opening
Unit 33.
Lemma-led open — φεύγετε λέξιν, ἐκ γὰρ τῆς διὰ παράλ ληλα τῶν ῥητῶν κρίσεως τὸ ζητούμενον ἀνα φαίνεται. Οὐ
Greek
φεύγετε λέξιν, ἐκ γὰρ τῆς διὰ παράλ ληλα τῶν ῥητῶν κρίσεως τὸ ζητούμενον ἀνα φαίνεται. Οὐ μὴ γὰρ, φησὶ, πληρώσετε πά σας τὰς γραφὰς, πόλεις ου σας τοῦ ἰσραὴλ, ε ως α ν ε λθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, τὴν ἀλή θειαν ἐκλάμπων ἡμῖν. Ταύτας ου ν τὰς πό λεις εἰς ματαιότητα λαμβάνουσιν αἱρετικοὶ, νοοῦντες, ὡς βούλονται, καὶ μάτην οἰκοῦντες αὐτὰς, μηδὲν ὠφελούμενοι. –Αἱ λογικαὶ ψυχαὶ πόλεις εἰσὶ τοῦ Θεοῦ, πεφυκυῖαι δέ χεσθαι λόγον Θεοῦ, καὶ αὐτὸν τὸν Θεὸν, α ς τινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότη τα καὶ ἐργασίαν κακίας. 138.21 Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐ μίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκό μην; Οτι τοὺς μὲν σοὺς ἠγάπων καὶ ἀπεδεχό μην φίλους, τοὺς δὲ ἐχθρούς σου τελείως ἐμίσησα. ̓Εχθροὶ δὲ τοῦ Θεοῦ, πρώτως μὲν καὶ κυρίως οἱ ἀκάθαρτοι δαίμονες· δεύτεροι δὲ μετ' ̓Εκείνους, οι τε τὴν εἰδωλολατρείαν πρεσβεύοντες, καὶ οἱ τῶν αἱρέσεων ἀρχηγοί. –Καὶ τὸ τοὺς φίλους τιμᾶν Θεοῦ καὶ τὸ μισεῖν τοὺς ἐχθρούς τε καὶ ἀσεβεῖς· τοῦ γὰρ Θεοῦ πάντας θέλοντος σωθῆναι, πᾶς ὁ δι' ἀπάτης διαστρέφων ἐχθρὸς, μὴ συγχωρῶν εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 138.22 Τέλειον μῖσος ἐμίσουν αὐτούς. Τέλειον δὲ μῖσος, τὸ μὴ χάριν ἑτέρου, διά τε τὸ μόνον ει ναι ἐχθροὺς Θεοῦ γινόμε νον, ὡς καὶ τελεία πρὸς τὸ ἀγαθὸν ἀγάπη, ἡ μόνῳ τῷ πόθῳ τῷ πρὸς αὐτὸ γινομένη· ου τως ου ν ὁ τοὺς ἐχθροὺς Θεοῦ μόνον, ἀλλ' οὐ διὰ πάθος μισῶν, ἐκτηκόμενος ἐπ' αὐτοῖς κα τὰ τὸν εἰρηκότα προφήτην· ζῆλον ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ἀνθ' ω ν κατέλι πόν σε οἱ υἱοὶ ̔Ιερουσαλήμ. –Καὶ γὰρ ὁ Θεὸς ἐπηγγείλατο μὴ ἐχθραίνειν τοῖς ἐχ θροῖς, καὶ μὴ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις αὐτοῖς· ταῦτα γὰρ μάλιστα φιλίας τεκμήρια. ̓Ανωτέρω μὲν γὰρ ε φη· Λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. ̓Ενταῦθα δὲ τοὺς μισοῦν τάς σε ἐμίσησα, κἀκεῖ μεθ' ὑπερβολῆς· Οὐ γὰρ ἐμίσησα μόνον, φησὶ, ἀλλὰ καὶ ἐξετη κόμην. 139.4 ̓Ιὸς ἀσπίδος ὑπὸ τὰ χείλη αὐτῶν. ∆ιάψαλμα. Μετὰ δὲ τὸ ὑπὸ χείλη αὐτῶν ε στι διά ψαλμα, ο περ λέγεται ἑβραϊστί· Σέλ. Σημαί νει δὲ τὸ ἀεὶ, συμφώνως τῷ· ο λην τὴν ἡμέ ραν παρετάσσοντο πολέμους. 139.6 Εκρυψαν ὑπερήφανοι παγίδα μοι. ∆ιὰ τὰ πάθη ἀδυνατοῦσιν, καὶ τὴν α λο γον αὐτῶν ἐπίγνωσιν, ου τω καὶ τῇ Ευ ᾳ φη σίν· Εσεσθε ὡς Θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. 139.8,9 ̓Επεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. Μὴ παραδῷς με, Κύ ριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Τὸ δὲ ἐπεσκίασας, ο τι οὐδὲ τὸ τυχὸν κα κὸν παθεῖν συνεχώρησας, οὐδ' ο σον ἀπὸ καύματος, ὡς μηδὲ θέρμης τινὸς ἀπολαῦσαι λυπούσης, ἐντρυφᾶν δὲ σκιᾷ τῇ τῶν δεινῶν ἀπαλλαγῇ. ∆ηλοῖ δὲ καὶ τὸ ευ κολον τῆς βοηθείας, διὰ τοῦ ἐπεσκίασας, ἀρκεῖ, λέγων, παρεῖναί σε μόνον, καὶ πάντα λέλυται, εἰ καὶ ἐγὼ, φησὶν, ὡς α νθρωπος ἐν ἐπιθυμίᾳ γέγο να τῆς ἁμαρτίας· ἀλλ' αὐτός· μὴ παραδῷς με τῷ διαβόλῳ, πανταχοῦ γὰρ ἡ γραφὴ τὸν διάβολον ἁμαρτωλὸν καλεῖ. 139.9 ∆ιελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκα ταλίπῃς με, μήποτε ὑψωθώσιν. Οσον ὑψοῦνται νικῶντες οἱ ἐχθροὶ, το σοῦτον ἡττώμενοι αἰσχύνωνται. 139.10 ̔Η κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Κύκλωμα ει πεν τὸ κυκλῶσαι αὐτὸν τάγ μα· κεφαλὴν δὲ, η τοι τὸν προεστῶτα διά βολον τοῦ τάγματος τούτου· η τὸ πρῶτον ἐν τῇ καρδίᾳ πονηρὸν συνιστάμενον νόημα, περὶ ου ει πεν καὶ ὁ Θεὸς ἐν τῇ Γενέσει τό· Συντηρήσεις αὐτοῦ κεφαλήν. 139.13 Εγνων ο τι ποιήσει Κύριος κρίσιν τοῦ πτωχοῦ. Εγνω τῷ προφητικῷ πνεύματι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ. 139.14 Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Τῶν ἀσεβῶν παραδοθέντων τῷ αἰωνίῳ πυρί. –Εἰς ἐξομολόγησιν καὶ αι νεσιν πα ραλειφθήσονται δίκαιοι, ἀπολαύοντες δια παντὸς τοῦ προσώπου τοῦ Θεοῦ κατὰ τὸ εἰ ρημένον· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ο τι αὐτὸν τὸν Θεὸν ο ψονται. Θεοδωτίων· Σὺν τῷ προσώπῳ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.