Unit 33 rem early
Rem early: Unit 33; lemma and Origen’s theoria.
Greek
σου, σὺν τῇ σοφίᾳ σου, τῇ θεωρουμένῃ ἐν τοῖς γεγονόσιν. 140.2 Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυ μίαμα, τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ εὐω δία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς 134 ἀ πολλυμένοις. –Καὶ ἐστὶν ε ν ει δος προσευ χῆς ὁμιλία νοῦ πρὸς Θεὸν ἀτύπωτον τὸν νοῦν διασώζουσα· ἀτύπωτον δὲ λέγω τὸν νοῦν μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενον· μόνα γὰρ ἐκεῖνα τῶν ὀνομάτων καὶ ῥημάτων τυποῖ τὸν νοῦν ἡμῶν καὶ σχηματίζει τὰ σημαίνοντά τι τῶν αἰσθητῶν· προσευχόμενον δὲ νοῦν πάντη δεῖ τῶν αἰσθητῶν ἐλεύθερον ει ναι· τὸ δὲ τοῦ Θεοῦ νόημα διασώζει τὸν νοῦν ἀναγκαίως ἀτύπωτον· οὐ γάρ ἐστι σῶμα. 140.3 Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ̓Επειδὴ μέγα οι δεν ἀνθρώποις τὸ κατορ θοῦν τῆς γλώσσης τὴν φυλακὴν, τὸν Θεὸν αἰτεῖ ταύτης τὴν ἐγκράτειαν τῆς γλώττης χαρίσασθαι. Οὐδὲν ου τω φυλάσσει τὴν καρ δίαν ἡμῶν, ὡς ὁ φόβος τοῦ Θεοῦ, ει γε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. 140.7 ̔Ωσεὶ πάχος γῆς διεῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾳ δην. Τὰς δυνάμεις τῆς ψυχῆς ὀστᾶ τῆς ψυχῆς ὀνομάζει, α περ διεσκορπίζεται, κακίας ἐ φαπτόμενα καὶ ἀγνωσίας· ευ δὲ καὶ τὸ φά ναι διεσκορπίσθη, οἱ γὰρ ἐν ἀρετῇ ο ντες ει ς εἰσιν ἐν Κυρίῳ. 140.10 Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί. Τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβλη στρον διδασκαλία πνευματικὴ, τοὺς ἀποπλα νηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρε τὴν ἀνάγουσα, τουτέστι τὸν Θεόν· οἱ γὰρ τοῖς α λλοις τὰς παγίδας πηγνύντες, καθά περ τινὶ δικτύῳ τῇ θείᾳ συλληφθήσονται τι μωρίᾳ, καὶ α περ δρῶσιν ὑπομενοῦσιν, καὶ πείσονται, α τοῖς α λλοις ἐπάγουσιν. 141.5 ̓Απώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ε στιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. ̔Ο ἀπολέσας τὴν φυγὴν ταύτην, οὐ δύνα ται εἰπεῖν ἐν θλίψει· ̓Εν θλίψει ἐπλάτυνάς μοι, δι' ε ξοδον ἀπὸ τῶν πταιζόντων αὐτὸν λο γισμῶν· ἐνταῦθα δὲ, η τοι ταπεινοφροσύνης χάριν τέθειται τοῦτο. Η ο ντως καὶ αὐτὸς ἀ πώλεσε τὴν φυγὴν, κατ' ἀναλογίαν τῆς αὐ τοῦ καταστάσεως πειραζόμενος, καὶ μὴ εὑ ρίσκων τοὺς λόγους τῶν προσπεσόντων αὐτῷ πειρασμῶν· πάντως γὰρ καὶ τούτῳ ἡ πάλη ἐγένετο, οὐ πρὸς αι μα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ ἐν τοῖς ἐπουρανίοις. 141.7 ̔Ρῦσαί με ἐκ τῶν καταδιωκόντων με, ο τι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Κα ν νικήσωμεν, ἐῤῥύσθημεν ἀπὸ τῶν κα ταδιωκόντων, οι τινες ἐκραταιώθησαν, ο τε κα ταδυναστεύουσιν ἐν τοῖς μέσοις καθ' ἡμῶν. 142.2 Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ο τι οὐ δικαιωθήσεται ἐνώ πιόν σου πᾶς ζῶν. Καὶ ὁ ̓Ιώβ φησιν· ̓Εὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ι να μὴ ἀντείπῃ πρὸς ε να λόγον αὐτοῦ ἐκ χιλίων. –Εἰ οἱ συναποθνήσκοντες τῷ Χριστῷ δι καιοῦνται, οἱ ζῶντες α ρα τὴν ζωὴν ἀντικει μένην τούτῳ τῷ θανάτῳ, οὐ δικαιοῦνται ἐ νώπιον τοῦ Θεοῦ. 142.5,6 ̓Εμελέτησα ἐν πᾶσι τοῖς ε ργοις σου ... ∆ιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ α νυδρός σοι. ̔Ο γινώσκων τοὺς λόγους τῶν γεγονότων, ου τος μελετᾷ ἐν πᾶσι τοῖς ε ργοις τοῦ Θεοῦ. –Τῶν ἀρχαίων μνησθεὶς ἡμερῶν, τὰς διὰ μετάνοιάν σοι πράξεις ὑπέδειξα, καθαρῶς ο ντως σου διψῶν, οὐ μόνον ὡς ε λαφος ἐπὶ τὰς πηγὰς, ἀλλὰ καὶ ὡς α νυδρος γῆ διψῶσα πιεῖν· σοὶ δὲ τοιαύτη καὶ μόνῳ καὶ πρὸς σὲ τὸν Θεὸν ἡ ψυχή μου, ὡς πρὸς ἀνθρώπους δὲ παραμολεῖ γόνιμος τελεία καὶ εὐθαλής· ταύτην δὲ τὴν α νυδρον γῆν καὶ τὰς παραπλη σίους ψυχὰς ἀνύδρους τόπους διέρχεται τὸ πνεῦμα τὸ ἀκάθαρτον, οὐχ εὑρίσκον παρ' αὐ τοῖς μονὴν η ἀνάπαυσιν. Πλὴν εἰ καὶ α νυδροι τυγχάνουσιν, ἐστερημέναι τῶν φαύλων πραγ μάτων η ὑδάτων, διώκουσι τὸν Κύριον ἐπὶ τὸ ὡς ο ρθρον ε τοιμον εὑρεῖν αὐτὸν, ο τε καὶ η ξει αὐταῖς ὡς ὑετὸς πρώϊμος· διὸ καὶ ε νυδροι γενήσονται, πηγὰς ἐν αὐταῖς ε χουσαι υ δατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 142.8 ̓Ακουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ε λεός σου, ο τι ἐπὶ σοὶ η λπισα. Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶ νος, η ν καὶ βασιλείαν οὐρανῶν ε θος ὀνομά ζειν τῇ θείᾳ γραφῇ· τοῦτο γὰρ ἀκούειν λέ γεται νοῦς, ο γινώσκει, καὶ τοῦτο μὴ ἀ κούειν, ο μὴ γινώσκει· τὸ δὲ ε λεος τοῦ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.