Unit 33 rem mid
Rem mid: Unit 33; lemma continues; spiritual reading with the letter.
Greek
Θεοῦ πνευματικήν τινα θεωρίαν σημαίνει, ει περ νοῦς ἐστιν ὁ τοῦ ἐλέους τούτου 135 καταξιούμε νος· ε λεον δὲ ὀνομάζει τὴν θεωρίαν, διότι αὐτὴ νοῦς κοπιῶντας ἀναπαύει καὶ πεφορ τισμένους ταῖς ἀνομίαις· καὶ γὰρ ὁ Σολο μὼν ἐν ταῖς παροιμίαις φησίν· ∆ότε μέθην τοῖς ἐν λύπαις, καὶ οι νον πίνειν τοῖς ἐν ὀδύ ναις, ι ν' ἐπιλάθωνται τῆς πενίας, (τουτέστι τῆς ἀγνωσίας· αυ τη γὰρ ἡ πενία φύσεως λογικῆς), καὶ τῶν πόνων μὴ μνησθῶσιν ε τι· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οι νου Κυρίου, ἐπιλανθάνεται τῆς πενίας καὶ τῶν πόνων καὶ τῶν ὀδυνῶν. Οὐ μικρὸν δὲ τὸ ἐν εὐημερίᾳ γινόμενον, τῆς εὐεργεσίας μὴ πρὸς λήθην ἐλθεῖν, η καὶ τό· ἀνταπόδος, ἀντὶ τῶν ἡμερῶν τῆς ταπεινώσεως. 142.12 Καὶ ἀπολεῖς πάντας τοὺς θλίβον τας τὴν ψυχήν μου. Οὐδὲν ου τως ἀποδιώκει τοὺς ἐχθροὺς ἡ μῶν, ὡς θεωρία πνευματική. 143.1 Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ δι δάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον. ̔Ο διδαχθεὶς παρὰ Κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον, ἐπίσταται λόγους ἀρετῶν καὶ κακιῶν, καὶ διαφορὰς λο γισμῶν, γνωρίσματά τε ἀπαθείας· ε τι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων καὶ ἐνυπνίων γινώσκει τοὺς λόγους· ω ν οἱ μὲν ἀπὸ τοῦ λογιστικοῦ μέρους γίνονται τῆς ψυχῆς, κι νουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ θυμικοῦ, ε τεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ· ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ Μονοστίχῳ περιειλήφαμεν. Τῆς γὰρ ἠθικῆς πραγμα τείας ἡ τοιαύτη τῶν λόγων ἐξέτασις. Νυνὶ δὲ ποσῶς κεκινήκαμεν τὸν ὑπὸ τοῦ Κυρίου διδασκόμενον, πόλεμον παραστῆσαι βουλό μενοι. 143.7,8 ̓Εξαπόστειλον τὴν χεῖρά σου ἐξ υ ψους, ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Ων τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐ τῶν δεξιὰ ἀδικίας. Τινὲς δὲ τὸ πλῆθος εἰρῆσθαι τῶν πολε μίων ἐνόμισαν υ δατα, διὸ ἐπήχθη τὸ ἐκ χει ρὸς υἱῶν ἀλλοτρίων· ὁ δὲ τὸ ἀσεβὲς δηλοῦν, οὐ τὸ ἀλλόφυλον, ου ς καὶ βλασφημῆσαι κα τὰ τῆς θείας δόξης φησὶν, καὶ μηδὲν ἐργά σασθαι δεξιόν. –Χείρ ἐστιν ἀλλοτρία λο γισμὸς μετὰ τοῦ παθητικοῦ μέρους τῆς ψυ χῆς ἐγγινόμενος καὶ κατέχων τὸν νοῦν· ἀλλ' αὐτὴ μὲν ἡ χεὶρ α πτεται τῶν πρακτικῶν· τῶν δὲ θεωρητικῶν ἐστιν ἡ χεὶρ γνῶσις ψευ δὴς αὐτῶν τῶν πραγμάτων η τῆς θεωρίας αὐτῶν, α δικον η α σοφον τὸν δημιουργὸν ὑ ποβάλλουσα ... 143.12 Ων οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· αἱ θυγατέρες αὐτῶν κε καλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁ μοίωμα ναοῦ. Τοῦ προτέρου λαοῦ καὶ πάντως ἀσεβοῦς τοιαῦτα τέκνα. Τοῦ δὲ δικαίου ἡ σάρξ ἐσ τιν ἀσθενὴς καὶ νενεκρωμένον τὸ φρόνημα. Αἱ θυγατέρες ἐκείνων ἑταιρικῶς καλλωπί ζονται, ὡμοιωμέναι ναῷ, ἐν ῳ πνεῦμα κατοι κεῖ πονηρὸν, ὡς [ἐκ] περιτομῆς τὸν προφήτην εἰπεῖν· ̓Επορεύθησαν αἱ θυγατέρες Σιὼν ἐν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὰ ἐπὶ τούτοις. Οἱ δὲ α γιοι ναός εἰσι Θεοῦ, καὶ τὸ πνεῦμα Θεοῦ οἰκεῖ ἐν αὐτοῖς. Καὶ οἱ μὲν ἐπὶ τῆς γῆς θησαυρίζοντες λέ γουσι· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μεί ζονας οἰκοδομήσω. Τῶνδε ὁ θησαυρός ἐσ τιν ἐν οὐρανοῖς· ὁμοίως δὲ αὐτῶν ἡ ποίμνη ψυχὰς ἀκεραίους καὶ ἀγαθὰ καὶ λογικὰ πε ριείληφε πρόβατα· [ἐν] τῷ ἐπιγείῳ κόσμῳ καὶ ναὸς Θεοῦ γεγόνασιν, ὡς αἱ α γιαι τῶν πιστευσάντων ψυχαί. ̓Αλλ' [ἐκεῖνοι η σαν ὡς] ὁμοίωμα ναοῦ· προσεποιοῦντο γὰρ τὴν κατὰ νόμον ἐπιτηδεῦσαι πολιτείαν, ἀλλ' οὐκ ε σχον ἐν αὐτοῖς τὸν Λόγον, ἀλλὰ τὸ πονηρὸν πνεῦ μα· ἐθησαύρισαν γὰρ οὐ τὸν οὐράνιον, ἀλλὰ τὸν ἐπίγειον πλοῦτον. 143.14 Οὐκ ε στι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς ἐπαύλε σιν αὐτῶν. Περιτετειχίσθαι δὲ πανταχόθεν φησὶν αὐ τῶν τοὺς ἀγροὺς, δίοδον μὴ παρέχοντας. Εἰσὶ δὲ καὶ ἐν εἰρήνῃ, μηδεμίας φοβούσης κραυγῆς. Καὶ ὁ προφήτης φησί· Πλὴν κρί ματα λαλήσω πρὸς σέ. Τί; ο τι ὁδὸς ἀσεβῶν εὐοδοῦται. Καὶ πάλιν ὁ ∆αυίδ φησι· Παρ' ὀλίγων ἐξεχύθη τὰ διαβήματά μου, ο τι ἐζή λωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. 143.15 Μακάριος ὁ λαὸς, ου Κύριος ὁ Θεὸς αὐτοῦ. Οἱ μὴ ὀρθῶς κρίνοντες, ἀλλὰ καὶ αὐτὰ φανταζόμενοι τὰ σαρκὸς, τῷ τούτων ἐν ἀ πολαύσει γενέσθαι πολλῇ, μακάριον ει ναι νομίζουσιν· οὐκ ε στι δὲ τοῦτο μακάριον,
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.