Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
δευτέρῳ καὶ τριακοστῷ τρίτῳ ἀριθμῷ τῆς πρώτης Βασιλείας καὶ τριακοστῷ ἑβδόμῳ, ἔνθα φησίν· «καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐ τοῦ» καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τὸ ῥητόν, τοῦτό ἐστι· Σαοὺλ ἠδίκησεν κατ' αὐτοῦ, καὶ ἐκ τοῦ οἴκου αὐτοῦ γεγένηται ἡ ἐκδίκησις τῆς ἀδι κίας ἡ ἐπὶ Ἰησοῦν. Οὐκ ἀδικοῦνται δὲ συναιρούμενοι τῷ ἐν ἀρχῇ οἱ ἐξ ἐκείνου τὸ εἶναι λαχόντες. ὅθεν γὰρ ἔσχον τὸ εἶναι, ἐντεῦθεν τὸ μὴ εἶναι ἔχοντες, εἰ δέ τινος ἀγαθοῦ δι' ἑαυτοὺς ἦσαν ἄξιοι, ὕστερον τοῦτο κομιζόμενοι.} 19 Ζητεῖται πῶς ὁ ∆αβὶδ τῷ Σεμεῒ συγχωρήσας παρακελεύεται τῷ Σολομῶντι ἀνελεῖν αὐτὸν ὁ ἀμνησίκακος καὶ πρᾶος, ἀλλὰ καὶ τὸν Ἰωὰβ συγκαμόντα αὐτῷ. τί δήποτ' οὖν ταῦτα οὕτως ᾠκονομήθη; σοφὸς ὢν ὁ ∆αβὶδ ἠπίστατο ὅτι οὔτε τὸν Σεμεῒ Σολομῶν ἐάσει ζῆν δέει τῆς ἐπαναστάσεως, ὡς γὰρ ἀπὸ βασιλικοῦ ἀξιώματος μέλλει περὶ τῆς βασιλείας μάχεσθαι τῷ Σολομῶντι, οὔτε τὸν Ἰωάβ, ὡς ἐκτὸς τῆς τοῦ ∆αβὶδ γνώμης εἰς βασιλέα τὸν υἱὸν τοῦ ∆αβὶδ καταστή σαντα, ὡς ἀνελόντα τοίνυν καὶ τὸν Ἀβεννήρ , συγκαμόντα δὲ τῷ πατρὶ ἐν πολλοῖς πολέμοις καὶ κατορθώσαντα. ταῦτα προϊδὼν ὁ ∆αβὶδ προλαβὼν διατάττει τῷ Σολομῶντι ποιῆσαι, ἃ καὶ ἀφ' ἑαυ τοῦ Σολομῶν πάντως ἐποίει, ἵν' ὅταν ἀναιρεθῶσιν ὑπ' αὐτοῦ (τουτ έστι τοῦ Σολομῶντος) οἱ προειρημένοι, συγγνώμην σχῇ ὁ Σολομῶν ὡς πατρικὸν βούλημα πληρώσας καὶ οὐκ αὐτὸς ἀφ' ἑαυτοῦ κατ' αὐ τῶν κινηθείς. 20 Καὶ ἐπιστρέψας φησὶν ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὁ ἄγ γελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ . τάχα δυνάμεων σύμβολοι ἦσαν διακονουμένων προφήτῃ πρέπουσαν τροφήν, τῷ ἀνα χωροῦντι ἀπὸ τῶν ἀνθρωπίνων καὶ ἀξίῳ τῆς ἀπὸ τῶν τοιούτων διδασκαλίας, ἵνα μετὰ ταῦτα ἀκοῦσαι δυνηθῇ· ἀνάστηθι καὶ φάγε , καὶ εὕρῃ πρὸς κεφαλῆς ἀπόρρητα μυστήρια, ὧν ὀλυρίτης ἐγκρυφίας τύπος ἦν. οὗ καὶ δεύτερον 3 κατὰ τὴν τοῦ ἀγγέλου πρόσταξιν μεταλαμβάνει εἰπόντος· ἀνάστα, φάγε· ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός . «ἄρτους» μὲν οὖν «τὸ πρωῒ ἔφερον τῷ Ἠλίᾳ οἱ κόρακες» (ἀνὰ λόγον τοῖς λελαλημένοις ὑπὸ κυρίου πρὸς Μωσῆν, ἐν οἷς ἦν· «τὸ πρωῒ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν»), «κρέα» δὲ «τὸ δείλης» (παραπλησίως· «τὸ πρὸς ἑσπέ ραν ἔδεσθε κρέα»). 21 Χριστοῦ Ἰησοῦ δύναμις ἄνδρας υἱοὺς ποιοῦσα. καὶ εἴ τίς ἐστιν ἀνὴρ δυνάμεως , ἐστὶν υἱὸς Χριστοῦ δηλαδή. ποτὲ δὲ υἱοὺς ποιεῖν αἱ ὑπὸ Χριστὸν δυνάμεις οὐ δύνανται· εἰ δὲ καὶ ποιοῦσιν, οὐκ ἄνδρας ποιοῦσιν ἀλλὰ νηπίους. 22 Σπάδοντες εὐνοῦχοί εἰσι· λέγει δὲ τοῦτο περὶ τῶν τριῶν παίδων καὶ ∆ανιήλ, ὡς ἐκ τούτου τοῦ Ἐζεκίου ἦσαν. ∆ιδάσκει καὶ διὰ ταύτης τῆς ᾠδῆς τὸν προσερχόμενον θεῷ εἰς αὐτὸν μόνον ἔχειν τὰς ἐλπίδας καὶ εἰς αὐτὸν καυχᾶσθαι, μὴ μεγαλαυχεῖν ἀλλὰ ταπεινοφρονεῖν. καθότι πάντων ὡς θεὸς ἔχει τὴν γνῶσιν , ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ. αὐτὸς δὲ καὶ θανάτου καὶ ζωῆς δεσπόζει. παρακελεύεται δὲ γινώσκειν τὸν κύριον , δῆλον δὲ ὅτι διὰ τῶν ἀγαθῶν πράξεων, διὸ ἐπιφέρει τὸ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς . καθότι δίκαιός ἐστι κριτὴς πάσης τῆς γῆς , αὐτὸς ἰσχύς , αὐτὸς ὕψωσις , αὐτὸς κέρας σωτηρίας τῶν ἀγαπώντων αὐτόν. 4
About this text
Origen of Alexandria, Fragmenta in librum primum Regnorum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in librum primum Regnorum — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.