Fragments on 1 Kingdoms (1 Samuel) · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; spiritual reading with the letter.

Greek

παθεῖν, ἐὰν ᾖ τοῦ Νάβαλ . 14 Ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ οὐκ ἀνήγαγεν, ἀμήχανον γάρ, οὐδὲ ἀναβὰς ἀλήθειαν εἴρηκεν. τίς δὲ οὗτος καὶ διὰ ποίας δυνάμεως ἀνέβη, ζήτει. 15 Ἐπολιόρκει τὴν Ἰεβοὺς ὁ ∆αβίδ. Ἰεβοὺς δὲ ἡ νῦν Ἱερουσαλὴἐλέγετο, ὅτε ὑπὸ ἀλλοφύλους ἦν. οἱ τοίνυν Ἰεβουσαῖοι, εἰδότες ὅτι φιλόπτωχος ἦν ὁ ∆αβίδ, ὑπεβάλοντο ἄνωθεν ἀπὸ τοῦ τείχους τυφλοὺς καὶ χωλοὺς αὐτὸν ὑβρίζειν. ὁ δὲ κρατήσας τῆς Ἱερου σαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν. πᾶς γὰρ ὁ τύπτων φησὶν Ἰεβουσαῖον χωλὸν ἢ τυφλὸν ἁπτέσθω ἐν παραξιφίδι , τουτ έστιν ἀναιρείσθω· εἰ γὰρ καὶ ἐμίσουν τὴν ψυχὴν ∆αβίδ, ἀλλὰ φει δοῦς τυγχάνουσι. διὸ ἀξιοῦται τῆς παρὰ πάντων τιμῆς λεγόντων· χωλὸς καὶ τυφλὸς οὐκ εἰσελεύσεται εἰς οἶκον κυρίου , οἱ τὸν ∆αβὶδ ὑβρίσαντες, ὧν ἐφείδετο. 16 Σημειωτέον ὅτι Νάθαν ὁ υἱὸς ∆αβὶδ τίκτεται αὐτῷ 2 ἑλόντι καὶ οἰκήσαντι τὴν Ἱερουσαλήμ . οὗτος δέ ἐστι Νάθαν ὃν γενεαλογεῖ ὁ μακάριος Λουκᾶς, ὁ δὲ μακάριος Ματθαῖος Σολομῶνα τὸν ἀδελφὸν αὐτοῦ γενεαλογεῖ. καὶ ἐντεῦθεν, λέγω δὴ ἀπὸ τῶν μνημονευθέντων υἱῶν τοῦ ∆αβίδ, ὁ μὲν δι' ἑτέρας λέγεται γενεαλογίας, ὁ δὲ δι' ἄλλης. 17 Ὥστε καὶ ἐντεῦθεν δείκνυται ὅτι, ὅπερ ὁ θεὸς οὐ ποιεῖ μὲν συγχωρεῖ δὲ γενέσθαι, πεποιηκέναι λέγεται. ὡμολόγηται τοίνυν ὅτι οὐκ ἦν ἔργον τοῦ θεοῦ ἡ ἐπανάστασις τοῦ Ἀβεσσαλὼμ καὶ ἡ τοῦ Σεμεῒ λοιδορία καὶ τὸ βαλεῖν αὐτὸν λίθοις τὸν ∆αβίδ. τρανότερον δὲ δείκνυσιν ὅ φημι τὸ λέγειν τὸν ∆αβίδ· ἄφες αὐτὸν ἀρᾶσθαι, ὅτι κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσει μοι κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐ τοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ . φανερὸν γὰρ ὅτι οὐκ ἤρεσκε τῷ θεῷ τὸ γινόμενον· ὃ δὲ οὐκ ἤρεσκεν, οὐκ ἂν ἐνετείλατο ποιεῖν. 18 Εἰ ἐν τῷ ζήλῳ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ὁ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνελεῖν ἐπεχείρησεν, μεθ' ὧν συνθήκας ἐποιήσατο Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ πᾶς ὁ λαός, καὶ διὰ τοῦτο ἑπτὰ τοῦ Σαοὺλ ἀνῃρέθησαν οἱ ἀπὸ τῶν θυγατέρων αὐτοῦ γεγεννημένοι, τίνος ἕνεκεν οὐχ αἱ φυλαὶ ἐν αἰτίαις, ἀλλ' οἱ μηδὲν ἠδικηκότες δίκην δεδώκασι; τοῦτο γὰρ ἄδικον. πλὴν εἰ μή τις εἴποι Σαοὺλ βασιλέα ὄντα ἀδυνάτως ἔχειν ἀντιστῆναι τοῖς Ἰσραηλίταις καὶ τῇ φυλῇ Ἰούδα, καὶ μὴ λῦσαι τὰς συνθήκας τῶν πατέρων τὰς πρὸς τοὺς Γαβαωνίτας. ἐγὼ δὲ προσθοίμην ἂν τούτοις τὸ τοῦ θεοῦ οἰκονομίαν εἶναι τὸ γένος τοῦ Σαοὺλ ἀναλωθῆναι πᾶν, ὅσον ὑπωπτεύετό ποτε ἀντι ποιεῖσθαι τοῦ βασιλικοῦ ἀξιώματος διά τε τοῦτο ἐπαναστήσεσθαι τῷ ∆αβὶδ καὶ τοῖς τούτου παισίν. τὸ δὲ ἐξηλίασαν αὐτοὺς οἱ Γαβαωνῖται ἐναντίον κυρίου ἐν τῷ ὄρει ἀντὶ τοῦ ἀναιρεθέν τας οὐκ ἔθαψαν, ἀλλ' εἴασαν ὑπὸ τὸν ἥλιον κεῖσθαι. καὶ ἐξελύ θησάν φησιν καὶ ἔλαβεν αὐτοὺς ∆ὰν υἱὸς Ἰωὰ τῶν ἀπογό νων τῶν γιγάντων . πάντως που βούλεται λέγειν ὅτι τοὺς ὑπὸ τὸν ἥλιον τεθέντας λαβὼν ὁ γίγας ἀνείλετο ἐκλελυμένους ἤδη ὑπὸ τῆς ἡλιακῆς φλογός. {Ὁ λόγος ὁ κατὰ τοὺς Γαβαωνίτας ἄγνωστος καθέστηκεν, εἰ μή πού γε εἴπωμεν ὅτι, ἡνίκα ἐκάθητο ἐν Γαβεὲ τοῦ πολεμεῖν, καὶ ἐτρο πώσατο τοὺς ἀλλοφύλους ὁ Σαοὺλ καὶ ἀπώλεσεν μετ' αὐτῶν καὶ τοὺς Γαβαωνίτας. καὶ ἔστι τὸ διήγημα ἐν τριακοστῷ

About this text

Origen of Alexandria, Fragmenta in librum primum Regnorum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in librum primum Regnorum — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.