Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἑτέρα κάτωθεν ὡς ἀποδέδεικται, οὕτως καὶ ἡμῖν ἀπ' οὐρανοῦ ὀργὴ θεοῦ ἐστίν, ἑτέρα δὲ ἀπ' οὐρανοῦ μὲν οὐ θεοῦ δέ; εἰ δὲ πᾶσιν ἀνθρώποις ὁ θεὸς διὰ τῶν ἐν τῷ φυσικῷ λόγῳ ἀφορμῶν τὴν ἀλήθειαν ἐφανέρωσεν, καὶ τὸ γνωστὸν ἑαυτοῦ ὡς ἕκαστος κεχώρηκεν ὅτε τὸν λόγον συμπεπλήρωκεν, δηλονότι ἀναγ καῖον ἔσται διὰ πάντα τὰ ἀσεβῶς γεγενημένα καὶ ἀδίκως πεπραγμένα, τοῖσδε μὲν πλείονα τοῖσδε δὲ ἐλάττονα, κατὰ ἀναλογίαν ἐλθεῖν τὴν ἀποκάλυψιν τῆς ὀργῆς τοῦ θεοῦ ἀπ' οὐρανοῦ. 6 ii 7–9 τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ πει θομένοις δὲ τῇ ἀδικίᾳ θυμὸς καὶ ὀργὴ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. ὀργὴ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος· θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν· οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἂν διὰ τὰς ἁμαρτίας πάσχων τινά, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις οὐχ ἡ ὑπομονὴν κατεργαζομένη, οὐδὲ εἰ νῆστις ὢν καυχήσεται, ἀλλ' εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἂν δέ τις ἐστενοχωρήθη εἰ πεποιήκει τις αὑτῷ ἀπὸ οφία πλάτο καρδία καὶ ἤκουσε τοῦ ἀποστόλου λέγοντος πλατύνθητε καὶ ὑμεῖ . συνάγειν γὰρ εἴωθεν καὶ στενοῦν τὴν ψυχὴν τὰ κακά, ὡς τὸν διάβολον ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν. 7 ii 10, 11 δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστιν προσωποληψία παρὰ τῷ θεῷ. ὁ τοίνυν ἐργαζόμενος τὸ ἀγαθὸν καὶ τίμιον ἑαυτὸν ἀποφαίνων τιμὴν λήψεται, διὰ τῆς μετανοίας ἀναβαίνων, ἐξ ἧς ἐξέπεσεν ὁμοιωθεὶ τοῖ κτήνε ι τοῖ ἀνοήτοι · καὶ τὰ ἀφθαρσίας ἄξια πράγματα νοήσας ἐγείρεται ἐν δόξῃ εἰς αἰώνιον ζωήν· καὶ ἐν εἰρήνῃ δέ ἐστι πᾶς ὁ ἀπερίσπαστος καὶ μὴ περιελκόμενος ὑπό τινος ἄλλο τι νοεῖν ἢ ποιεῖν παρὰ τὴν ἀλήθειαν, κατὰ τὸ καὶ ἡ εἰρήνη τοῦ θεοῦ φρουρή ει τὰ καρδία ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χρι τῷ Ἰη οῦ, καὶ εἰρήνη ὑμῖν πληθυνθείη, καὶ τὸ εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· φησὶν δὲ καὶ ὁ προφήτης πλῆθο ἔσεσθαι εἰρήνη ἐν τῇ ἐπιδημίᾳ τοῦ κυρίου ἕω ἀνταναιρεθῇ ἡ ελήνη, ἵνα μηκέτι νόθον ὑπάρχῃ φῶς καὶ νυκτερινόν. 8 ii 12, 13 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. κριθῆναι μέν ἐστι κατὰ νόμον καὶ διὰ νόμου· τὸ δὲ ἀπολέσθαι οὐκ ἐπιδέχεται νόμον· οὐδὲ γὰρ ἄλλος τις αὐτοὺς ἀπολεῖ, ἵνα κρίνῃ αὐτοὺς νόμῳ ἀπωλείας, ἀλλ' ἔχεται τοῖς ἀνόμως ἁμαρτήσασιν ἀπώλεια· ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον μὴ πάνυ ἀποστατοῦντες αὐτοῦ ἀλλ' ἤτοι παρορῶντες ἢ καὶ νικώμενοι, μετὰ τοῦ προτίθεσθαι κατὰ νόμον ζῇν, οὗτοι δι' αὐτοῦ τοῦ νόμου κριθήσονται. 9 ii 15, 16 συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. [ἢ καὶ οὕτως·] κρινεῖ ὁ θεὸς κατὰ τὸ εὐαγγέλιον· ὅπερ εὐαγγέλιον Παύλου ἐστιν, καὶ τῶν παραπλησίων ἐκείνῳ καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων οὐδενὸς σκυθρωποῦ ἀλλ' ἐφ' ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστι τὸ εὐαγγέλιον σὺν τῇ τοῦ θεοῦ κρίσει διακόνῳ κεχρημένῃ. 10 ii 21–25 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι' ὑμῶν βλασφημεῖται ἐν τοῖς ἔθνεσι καθὼς γέγραπται· περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. ζητῆσαι χρὴ ποσαχῶς ὁ νόμος λέγεται, καὶ μάλιστα παρὰ τῷ ἀποστόλῳ, ἵνα μὴ δόξῃ ἐναντιοῦσθαι ἑαυτῷ· ποτὲ μὲν εἰ περιτέμνε θε, Χρι τὸ ὑμᾶ οὐδὲν ὠφελή ει· ποτὲ δὲ περιτομὴν ὠφελεῖν ἐὰν νόμον τις πράσσῃ. ἔστιν οὖν νόμος καθ' ἕνα τρόπον ψιλὸν τὸ Μωσέως γράμμα, καθ' ὃ σημαινόμενον εἴρηται τὸ εἰ ἐν νόμῳ δικαιοῦ θε τῆ χάριτο ἐξεπέ ατε· καὶ τὸ ὁ νόμο παιδαγωγὸ ἡμῶν γέγονεν εἰ Χρι τόν. ἔστι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθ' ὃ εἴρηται ὥ τε ὁ μὲν νόμο ἅγιο καὶ ἡ ἐντολὴ ἁγία. ἔστι καὶ ὁ
About this text
Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.